previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

δ᾽ οὖν Χαρώνδας καὶ ἕτερόν τινα νόμον ἀποδοχῆς ἀξιούμενον ἔγραψε, τὸν περὶ τῆς τῶν ὀρφανῶν φυλακῆς. οὗτος δ᾽ ἐξ ἐπιπολῆς μὲν θεωρούμενος οὐδὲν φαίνεται περιττὸν ἔχειν οὐδὲ ἀποδοχῆς ἄξιον, ἀναθεωρούμενος δὲ καὶ μετ᾽ ἀκριβείας ἐξεταζόμενος μεγάλην ἔχει σπουδήν τε καὶ δόξαν. [2] ἔγραψε γὰρ τῶν μὲν ὀρφανικῶν χρημάτων ἐπιτροπεύειν τοὺς ἀγχιστεῖς τοὺς ἀπὸ πατρός, τρέφεσθαι δὲ τοὺς ὀρφανοὺς παρὰ τοῖς συγγενέσι τοῖς ἀπὸ μητρός. αὐτόθεν μὲν οὖν νόμος οὗτος οὐδὲν ὁρᾶται περιέχων σοφὸν περιττόν, ἐξεταζόμενος δὲ κατὰ βάθους εὑρίσκεται δικαίως ὢν ἄξιος ἐπαίνων. ζητουμένης γὰρ τῆς αἰτίας δι᾽ ἣν ἄλλοις μὲν τὴν οὐσίαν, ἑτέροις δὲ τὴν τῶν ὀρφανῶν τροφὴν ἐπίστευσεν, ἐκφαίνεταί τις ἐπίνοια τοῦ νομοθέτου περιττή: [3] οἱ μὲν γὰρ ἀπὸ μητρὸς συγγενεῖς οὐ προσήκοντες τῇ κληρονομίᾳ τῶν ὀρφανῶν οὐκ ἐπιβουλεύσουσιν,οἱ δ᾽ ἀπὸ τοῦ πατρὸς οἰκεῖοι ἐπιβουλεῦσαι μὲν οὐ δύνανται διὰ τὸ μὴ πιστεύεσθαι τοῦ σώματος, τῆς δ᾽ οὐσίας εἰς ἐκείνους καθηκούσης, ἐὰν οἱ ὀρφανοὶ τελευτήσωσιν διὰ νόσον τινα ἄλλην περίστασιν, ἀκριβέστερον οἰκονομήσουσι τὰ χρήματα, ὡς ἰδίας τὰς ἐκ τῆς τύχης ἐλπίδας ἔχοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: