previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50.

περὶ δὲ τοὺς αὐτοὺς χρόνους Σιτάλκης τῶν Θρᾳκῶν βασιλεὺς παρειλήφει μὲν βασιλείαν ὀλίγην χώραν, διὰ δὲ τὴν ἰδίαν ἀνδρείαν καὶ σύνεσιν ἐπὶ πολὺ τὴν δυναστείαν ηὔξησεν, ἐπιεικῶς μὲν ἄρχων τῶν ὑποτεταγμένων, ἀνδρεῖος δ᾽ ὢν ἐν ταῖς μάχαις καὶ στρατηγικός, ἔτι δὲ τῶν προσόδων μεγάλην ποιούμενος ἐπιμέλειαν. τὸ δὲ τέλος ἐπὶ τοσοῦτον δυνάμεως προῆλθεν, ὥστε χώρας ἄρξαι πλείστης τῶν πρὸ αὐτοῦ βασιλευσάντων κατὰ τὴν Θρᾴκην. [2] μὲν γὰρ παραθαλάττιος αὐτῆς ἀπὸ τῆς Ἀβδηριτῶν χώρας τὴν ἀρχὴν ἔχουσα διέτεινε μέχρι τοῦ Ἴστρου ποταμοῦ, ἀπὸ δὲ θαλάττης εἰς τὸ μεσόγειον πορευομένῳ τοσοῦτον εἶχε διάστημα, ὥστε πεζὸν εὔζωνον ὁδοιπορῆσαι ἡμέρας δέκα τρεῖς. τηλικαύτης δὲ χώρας βασιλεύων ἐλάμβανε προσόδους καθ᾽ ἕκαστον ἐνιαυτὸν πλείω χιλίων ταλάντων. [3] κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἔχων πόλεμον ἤθροισεν ἐκ τῆς Θρᾴκης στρατιώτας πεζοὺς μὲν πλείους τῶν δώδεκα μυριάδων, ἱππεῖς δὲ πεντακισμυρίους. ἀναγκαῖον δ᾽ ἐστὶ τοῦ πολέμου τούτου προεκθέσθαι τὰς αἰτίας, ἵνα σαφὴς περὶ αὐτοῦ λόγος ὑπάρξῃ τοῖς ἀναγινώσκουσι. Σιτάλκης τοίνυν πρὸς Ἀθηναίους φιλίαν συνθέμενος ὡμολόγησεν αὐτοῖς συμμαχήσειν τὸν ἐπὶ Θρᾴκης πόλεμον: διόπερ βουλόμενος τοὺς Χαλκιδεῖς σὺν τοῖς Ἀθηναίοις καταπολεμῆσαι, παρεσκευάζετο δύναμιν ἀξιόλογον. [4] ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου. δι᾽ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον. ὡς δ᾽ αὐτῷ τὰ πρὸς τὴν στρατείαν εὐτρεπῆ κατεσκεύαστο, προήγαγε τὴν δύναμιν ἅπασαν, καὶ διελθὼν τὴν Θρᾴκην ἐνέβαλεν εἰς τὴν Μακεδονίαν. [5] οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον. [6] οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δ᾽ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον. [7] μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν. πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: