previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον: ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δ᾽ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατ᾽ ὀλίγον κατακτήσασθαι. [2] ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα συνέβη τὸν Κορινθιακὸν κληθέντα πόλεμον ἀρχὴν λαβεῖν διὰ τοιαύτας τινὰς αἰτίας. Ἐπιδάμνιοι κατοικοῦντες περὶ τὸν Ἀδρίαν, ἄποικοι δ᾽ ὑπάρχοντες Κερκυραίων καὶ Κορινθίων, ἐστασίασαν πρὸς ἀλλήλους. τῆς δ᾽ ἐπικρατούσης μερίδος φυγαδευούσης πολλοὺς τῶν ἀντιπραττόντων, οἱ φυγάδες ἀθροισθέντες καὶ παραλαβόντες τοὺς Ἰλλυριοὺς ἔπλευσαν κοινῇ μετ᾽ αὐτῶν ἐπὶ τὴν Ἐπίδαμνον. [3] στρατευσάντων δὲ τῶν βαρβάρων πολλῇ δυνάμει, καὶ τὴν μὲν χώραν κατασχόντων, τὴν δὲ πόλιν πολιορκούντων, οἱ μὲν Ἐπιδάμνιοι, καθ᾽ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, πρέσβεις ἔπεμψαν εἰς Κέρκυραν, ἀξιοῦντες τοὺς Κερκυραίους συγγενεῖς ὄντας βοηθῆσαι. οὐ προσεχόντων δ᾽ αὐτῶν, ἐπρεσβεύσαντο πρὸς Κορινθίους περὶ συμμαχίας, καὶ μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν: ἅμα δὲ καὶ συνοίκους ᾐτοῦντο. [4] οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις. διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν. [5] ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπ᾽ αὐτῶν. οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι: ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ. τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο. μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας. [6] Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: