previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56.

περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον. χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν. [2] ἀπορουμένων δ᾽ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δ᾽ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας. [3] τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δ᾽ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας. [4] τῇ δ᾽ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους: οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις. [5] οἱ δ᾽ ἡγεμόνες τῶν Λακεδαιμονίων καθ᾽ ἕνα τῶν Πλαταιέων προσκαλούμενοι ἐπηρώτων τί ἀγαθὸν πεποίηκε τοῖς Λακεδαιμονίοις, ἑκάστου δὲ ὁμολογοῦντος μηδὲν εὐηργετηκέναι, πάλιν ἐπηρώτων εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας: οὐδενὸς δ᾽ ἀντιλέγοντος, πάντων κατέγνωσαν θάνατον. [6] διὸ καὶ τοὺς ἐγκαταλειφθέντας ἅπαντας ἀνεῖλον καὶ κατασκάψαντες ἐμίσθωσαν τὴν χώραν αὐτῶν. Πλαταιεῖς μὲν οὖν τὴν πρὸς Ἀθηναίους συμμαχίαν βεβαιοτάτην τηρήσαντες ἀδίκως ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LEX
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: