previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, Ἠλεῖοι δ᾽ ἤγαγον Ὀλυμπιάδα ὀγδόην πρὸς ταῖς ὀγδοήκοντα, καθ᾽ ἣν ἐνίκα στάδιον Σύμμαχος Μεσσήνιος ἀπὸ Σικελίας. [2] ἐπὶ δὲ τούτων Κνῆνος τῶν Λακεδαιμονίων ναύαρχος ἐν τῇ Κορίνθῳ διατρίβων ἔκρινε τὸν Πειραιᾶ καταλαβέσθαι. ἐπυνθάνετο γὰρ μήτε ναῦς ἐν αὐτῷ καθειλκυσμένας ὑπάρχειν μήτε στρατιώτας εἶναι τεταγμένους ἐπὶ τῆς φυλακῆς: τοὺς γὰρ Ἀθηναίους ἀμελῶς ἔχειν περὶ τῆς τούτου φυλακῆς διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον. [3] διόπερ ἐν τοῖς Μεγάροις καθελκύσας τὰς νενεωλκημένας τετταράκοντα τριήρεις νυκτὸς ἔπλευσεν εἰς τὴν Σαλαμῖνα: προσπεσὼν δ᾽ ἀπροσδοκήτως εἰς τὸ φρούριον τῆς Σαλαμῖνος τὸ καλούμενον Βουδόριον, τρεῖς ναῦς ἀπέσπασε καὶ τὴν ὅλην Σαλαμῖνα κατέδραμε. [4] τῶν δὲ Σαλαμινίων πυρσευσάντων τοῖς κατὰ τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι δόξαντες τὸν Πειραιᾶ κατειλῆφθαι ταχέως ἐξεβοήθουν μετὰ πολλῆς ταραχῆς: γνόντες δὲ τὸ γεγονός, ταχέως πληρώσαντες ναῦς ἱκανὰς ἔπλεον εἰς τὴν Σαλαμῖνα. [5] οἱ δὲ Πελοποννήσιοι τῆς ἐπιβολῆς διαψευσθέντες ἀπέπλευσαν ἐκ τῆς Σαλαμῖνος εἰς τὴν οἰκείαν. οἱ δ᾽ Ἀθηναῖοι, τῶν πολεμίων ἀποπεπλευκότων, τῆς μὲν Σαλαμῖνος ἐπιμελεστέραν φυλακὴν ἐποιήσαντο καὶ κατέλιπον φρουροὺς τοὺς ἱκανούς, τὸν δὲ Πειραιᾶ κλείθροις καὶ φυλακαῖς ἱκαναῖς διαλαβόντες ὠχύρωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (3):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: