previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

75.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀριστίωνος Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Αὖλον Κορνήλιον Κόσσον. ἐπὶ δὲ τούτων ἄρτι τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ καταλελυμένου πάλιν ταραχαὶ καὶ κινήσεις πολεμικαὶ συνέβησαν κατὰ τὴν Ἑλλάδα διὰ τοιαύτας τινὰς αἰτίας. [2] Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κοινῇ μετὰ τῶν συμμάχων πεποιημένοι σπονδὰς καὶ διαλύσεις, χωρὶς τῶν συμμαχίδων πόλεων συνέθεντο συμμαχίαν. τοῦτο δὲ πράξαντες εἰς ὑπόνοιαν ἦλθον ὡς ἐπὶ καταδουλώσει τῶν ἄλλων Ἑλλήνων ἰδίᾳ πεποιημένοι συμμαχίαν. [3] διόπερ αἱ μέγισται τῶν πόλεων διεπρεσβεύοντο πρὸς ἀλλήλας καὶ συνδιελέγοντο περὶ ὁμονοίας καὶ συμμαχίας κατὰ τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. ἦσαν δὲ προεστῶσαι πόλεις ταύτης αἱ δυνατώταται τέτταρες, Ἄργος, Θῆβαι, Κόρινθος, Ἦλις. [4] εὐλόγως δ᾽ ὑπωπτεύθησαν αἱ πόλεις συμφρονεῖν κατὰ τῆς Ἑλλάδος διὰ τὸ προσγεγράφθαι ταῖς κοιναῖς συνθήκαις: ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὅπερ ἂν δοκῇ ταύταις ταῖς πόλεσι, προσγράφειν ταῖς συνθήκαις καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν. χωρὶς δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματος ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων: τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν. [5] πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν. [6] εἴ̂χε γὰρ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις: πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων: πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν. [7] οἱ δ᾽ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις: ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας. οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
    • Dictionary of Greek and Roman Geography (1854), ARGOS
    • Dictionary of Greek and Roman Geography (1854), LINDUS
    • Smith's Bio, Cincinna'tus
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: