previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

47.

Ἀθηναῖοι δὲ Φορμίωνα στρατηγὸν προχειρισάμενοι μετὰ εἴκοσι τριήρων ἐξαπέστειλαν. οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον ἐξέπεμψαν μετ᾽ Ἀρχιδάμου τοῦ βασιλέως: οὗτος δὲ παρελθὼν τῆς Βοιωτίας εἰς Πλαταιὰς ἐστρατοπέδευσε. μελλόντων δ᾽ αὐτῶν δῃοῦν τὴν χώραν, καὶ παρακαλούντων τοὺς Πλαταιεῖς ἀποστῆναι τῶν Ἀθηναίων, ὡς οὐ προσεῖχον αὐτοῖς, ἐπόρθησε τὴν χώραν καὶ τὰς κατ᾽ αὐτὴν κτήσεις ἐλυμήνατο. [2] μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς: οὐδὲν δ᾽ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν. ἐπεὶ δὲ οὐδὲ διὰ τῶν προσβολῶν ἠδύναντο χειρώσασθαι τὴν πόλιν, ἀπολιπόντες τὴν ἱκανὴν φυλακὴν ἐπανῆλθον εἰς Πελοπόννησον. [3] Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων. οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν. προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ: ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους. [4] ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν. ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας: προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου. [5] οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: