previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

83. Λεοντίνων γὰρ ὑπὸ Συρακοσίων ἐκ τῆς πόλεως μετῳκισμένων καὶ τὴν πόλιν καὶ τὴν χώραν ἀποβεβληκότων, οἱ φυγάδες αὐτῶν συστραφέντες ἔκριναν πάλιν τοὺς Ἀθηναίους προσλαβέσθαι συμμάχους, ὄντας συγγενεῖς. [2] περὶ δὲ τούτων κοινολογησάμενοι τοῖς Ἐγεσταίοις συνεφρόνησαν καὶ κοινῇ πρέσβεις ἐξέπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες μὲν βοηθῆσαι ταῖς πόλεσιν αὐτῶν ἀδικουμέναις, ἐπαγγειλάμενοι δὲ συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Σικελίαν πράγματα. [3] παραγενομένων οὖν εἰς τὰς Ἀθήνας τῶν πρέσβεων, καὶ τῶν μὲν Λεοντίνων τὴν συγγένειαν προφερομένων καὶ τὴν προϋπάρχουσαν συμμαχίαν, τῶν δ᾽ Ἐγεσταίων ἐπαγγελλομένων χρημάτων τε πλῆθος δώσειν εἰς τὸν πόλεμον καὶ συμμαχήσειν κατὰ τῶν Συρακοσίων, ἔδοξε τοῖς Ἀθηναίοις ἐκπέμψαι τινὰς τῶν ἀρίστων ἀνδρῶν καὶ διασκέψασθαι τὰ κατὰ τὴν νῆσον καὶ τοὺς Ἐγεσταίους. [4] παραγενομένων οὖν τούτων εἰς τὴν Ἔγεσταν, οἱ μὲν Ἐγεσταῖοι χρημάτων πλῆθος ἐπέδειξαν, τὰ μὲν οἴκοθεν,τὰ δὲ παρὰ τῶν ἀστυγειτόνων χρησάμενοι φαντασίας ἕνεκεν. [5] ἀνελθόντων δὲ τῶν πρέσβεων καὶ τὴν εὐπορίαν τῶν Ἐγεσταίων ἀπαγγειλάντων, συνῆλθεν δῆμος περὶ τούτων. προτεθείσης δὲ τῆς βουλῆς περὶ τοῦ στρατεύειν ἐπὶ Σικελίαν, Νικίας μὲν Νικηράτου, θαυμαζόμενος ἐπ᾽ ἀρετῇ παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ στρατεύειν ἐπὶ Σικελίαν: [6] μὴ γὰρ δυνατὸν ὑπάρχειν ἅμα τε Λακεδαιμονίοις διαπολεμεῖν καὶ δυνάμεις μεγάλας ἐκπέμπειν διαποντίους, καὶ τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν ἐλπίζειν τὴν μεγίστην τῶν κατὰ τὴν οἰκουμένην νήσων περιποιήσασθαι, καὶ Καρχηδονίους μέν, ἔχοντας μεγίστην ἡγεμονίαν καὶ πολλάκις ὑπὲρ τῆς Σικελίας πεπολεμηκότας, μὴ δεδυνῆσθαι κρατῆσαι τῆς νήσου, τοὺς δὲ Ἀθηναίους, πολὺ λειπομένους τῇ δυνάμει τῶν Καρχηδονίων, δορίκτητον ποιήσασθαι τὴν κρατίστην τῶν νήσων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), LEONTI´NI
    • Dictionary of Greek and Roman Geography (1854), SEGESTA
    • Smith's Bio, Ni'cias
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: