previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον. ἐπὶ δὲ τούτων τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν: προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε. [2] μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο. ἔνθα δὴ Βρασίδας Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον. [3] γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις. διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο. [4] Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν. ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος. [5] μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς: εἶτ᾽ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: