previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76. Λακεδαιμόνιοι δὲ ὁρῶντες ἐπ᾽ αὐτοὺς συνισταμένην τὴν Πελοπόννησον καὶ προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὰ κατὰ τὴν ἡγεμονίαν ὡς ἦν δυνατὸν ἠσφαλίζοντο. καὶ πρῶτον μὲν τοὺς μετὰ Βρασίδα κατὰ τὴν Θρᾴκην ἐστρατευμένους Εἵλωτας ὄντας χιλίους ἠλευθέρωσαν, μετὰ δὲ ταῦτα τοὺς ἐν τῇ Σφακτηρίᾳ νήσῳ ληφθέντας αἰχμαλώτους Σπαρτιάτας ἀτιμίᾳ περιβεβληκότες, ὡς τὴν Σπάρτην ἀδοξοτέραν πεποιηκότας, ἀπέλυσαν τῆς ἀτιμίας. [2] ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι: τοῖς τε συμμάχοις ἐπιεικέστερον προσεφέροντο, καὶ ταῖς φιλανθρωπίαις τοὺς ἀλλοτριωτάτους αὐτῶν ἐθεράπευον. [3] Ἀθηναῖοι δὲ τοὐναντίον τῷ φόβῳ βουλόμενοι καταπλήξασθαι τοὺς ἐν ὑποψίᾳ ἀποστάσεως ὄντας, παράδειγμα πᾶσιν ἀνέδειξαν τὴν ἐκ τῶν Σκιωναίων τιμωρίαν: ἐκπολιορκήσαντες γὰρ αὐτοὺς καὶ πάντας ἡβηδὸν κατασφάξαντες, παῖδας μὲν καὶ γυναῖκας ἐξηνδραποδίσαντο,τὴν δὲ νῆσον οἰκεῖν παρέδοσαν τοῖς Πλαταιεῦσιν, ἐκπεπτωκόσι δι᾽ ἐκείνους ἐκ τῆς πατρίδος. [4]

περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἰταλίαν Καμπανοὶ μεγάλῃ δυνάμει στρατεύσαντες ἐπὶ Κύμην ἐνίκησαν μάχῃ τοὺς Κυμαίους καὶ τοὺς πλείους τῶν ἀντιταχθέντων κατέκοψαν. προσκαθεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ πλείους προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὴν πόλιν. διαρπάσαντες δ᾽ αὐτὴν καὶ τοὺς καταληφθέντας ἐξανδραποδισάμενοι τοὺς ἱκανοὺς οἰκήτορας ἐξ αὑτῶν ἀπέδειξαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Harper's, Cumae
    • Dictionary of Greek and Roman Geography (1854), CAMPA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), CUMAE
    • Dictionary of Greek and Roman Geography (1854), PLATAEA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: