previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθ᾽ ὅλην σχεδὸν τὴν οἰκουμένην: ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας. [2] ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον τὰ κατὰ μέρος ἀνεγράψαμεν ἐν δυσὶ βίβλοις, ταύτῃ τε καὶ τῇ πρὸ ταύτης: νυνὶ δὲ ἐπὶ τὰς προκειμένας πράξεις τρεψόμεθα, προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους. [3] ἐν μὲν οὖν τῇ πρὸ ταύτης βίβλῳ τὴν ἀρχὴν ἀπὸ τῆς Ξέρξου στρατείας ποιησάμενοι διήλθομεν τὰς κοινὰς πράξεις ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου: ἐν ταύτῃ δὲ ἀπὸ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ποιησάμενοι διέξιμεν ἕως ἐπὶ τὸν ψηφισθέντα πόλεμον ὑπὸ Ἀθηναίων πρὸς Συρακοσίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: