previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε ῾τοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσἐ Θρᾴκην ὅλην περιιὼν χρήματά τε προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους. [2] ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος τῶν Ἰλλυριῶν στρατηγός, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυριοὺς στρατιώτας ἀπολιπὼν ἔτυχεν. [3] ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, [p. 230] γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν. [4] τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες ῾ἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν̓ οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐπ̓ αὐτοὺς ᾔεσαν. [5] Ἐν τούτῳ δὲ οἱ ἐν Δρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον. ἐφ̓ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι, τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα ξυνέκειτο. [6] Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ̓ αὐτῶν καταστήσασθαι: ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν. [7] Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν Δρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν ἴσχυσε. [8] τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, [p. 232] ὀλιγώρως ἤδη τὰ ἐς τὸν Δρυοῦντα διαθέμενοι ἡσυχῆ ἔμενον. [9] τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν Δρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε. [10] τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο, τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας ἦλθον. [11] καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλασσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομηκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνεχώρησαν. [12] Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας ἦλθε. [13] Καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον τινὰ ἔμενε. [14] Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς ἄρχων τῆς ἐν Γενούᾳ. [15] τούτου δὲ τῷ ὀνόματι χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παῤ αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε [p. 234] παρακαλοῦντος αὐτὸν ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλεποῖς οὖσιν. [16] ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν. [17] Βελισάριος μὲν οὖν τοὺς ἄνδρας οἱ ἐς ὄψιν ἐλθόντας ξὺν φιλοφροσύνῃ πολλῇ, ὥσπερ εἰώθει, εἶδεν. [18] ἀναλεξάμενός τε τὰ γράμματα Βόνῳ ἀπαγγέλλειν ἐκέλευεν ὅτι δὴ παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἥξει. οἱ δὲ περισκοπήσαντες ἅπαντα, καθάπερ σφίσιν ἐπέστελλε Τουτίλας, ἔς τε τὸ Γότθων στρατόπεδον ἐπανῆκον καὶ ὡς ἥκιστα λόγου ἀξίαν τὴν Βελισαρίου δύναμιν ἰσχυρίζοντο εἶναι. [19] Ἐν τούτῳ δὲ Τουτίλας Τίβουριν πόλιν, Ἰσαύρων φρουρὰν ἔχουσαν, προδοσίᾳ εἷλε τρόπῳ τοιῷδε. τῶν τινες οἰκητόρων τὰς πύλας ξὺν τοῖς Ἰσαύροις ἐφύλασσον. [20] οὗτοι Ἰσαύροις τοῖς ξυμφυλάσσουσι διάφοροι γεγενημένοι ἀπ̓ οὐδεμιᾶς πρὸς αὐτῶν γινομένης αἰτίας ἄγχιστά που ἐνστρατοπεδευομένους τοὺς πολεμίους ἐπηγάγοντο νύκτωρ. [21] οἱ μὲν οὖν Ἴσαυροι ξυμφρονήσαντες ἁλισκομένης τῆς πόλεως σχεδόν τι ἅπαντες διαφυγεῖν ἴσχυσαν. [22] τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ: ἐν οἷς καὶ Κάτελλος ἀπώλετο [p. 236] ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος. [23] καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν βουλομένοις ἐγίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: