previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ̓ ὁτιοῦν ὑπελίποντο, ἀλλ̓ οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ [p. 222] στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον. [2] τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα πρὸς ἑκατέρων τῶν στρατοπέδων. [3] τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις. [4] οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο. [5] οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη. [6] οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν. [7] ἐδήλου δὲ γραφὴ τάδε: ‘Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας προλαβούσης ἀγνοίας ἴσως λήθης ἐπιγενομένης τινός, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον. [8] ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὲ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων [p. 224] λελείψεται. [9] οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη. [10] οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται: πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, χρόνῳ τε αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι; [11] καίτοι οὐκ ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτούς, κατὰ δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ̓ ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός τε καὶ ἐξ ὑπογυίου, φίλοι Ῥωμαῖοι. [12] ἀλλὰ τὴν Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἀκοῇ λαβόντες πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότθων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε; [13] καίτοι ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτούς, οἶμαι, ἄριστα, ὁποίων δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν. [14] ἐῶ γὰρ λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε: ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα ἥκει. [15] ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλοτιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους [p. 226] ποιεῖσθαι τοὺς λόγους. [16] οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν. [17] καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι, ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφασιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας, [18] ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δέ, ἤν γε μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ̓ ἔτι βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμμένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα.’ [19] Τοσαῦτα μὲν γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι. [20] καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις Τουτίλας γράψας γραμμάτια πολλά, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους. [21] οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη: οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες [p. 228] ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο εὐθὺς ἅπαντας. [22] Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει. [23] ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: