previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ δέ τινες ἐπίθεσιν ἐπὶ βασιλέα Ἰουστινιανὸν ἐβουλεύσαντο. οἵπερ ὅπως τε ἐς τὸ βούλευμα τοῦτο κατέστησαν καὶ τρόπῳ δὴ ὅτῳ ἀποκρουσθέντες οὐδαμῆ ἐς τὸ ἔργον ἀφίκοντο, [2] αὐτίκα δηλώσω. Ἀρταβάνῃ Γόνθαριν καθελόντι τὸν τύραννον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐξαισία τις ἐπιθυμία ἐγένετο Πρεϊέκταν τὴν βασιλέως ἀδελφιδῆν, ἣν εἶχεν ἐγγυητήν, [3] γυναῖκα ποιήσασθαι. ὅπερ καὶ αὐτῇ βουλομένῃ ὡς μάλιστα ἦν, οὐκ ἔρωτι τοῦ ἀνθρώπου ἐνταῦθα ἠγμένῃ, ἀλλ̓ ὅτι οἱ χάριτας ὡμολόγει πολλὰς ἅτε τισαμένῳ μὲν τὸν Ἀρεοβίνδου τοῦ ἀνδρὸς φόνον, αὐτὴν δὲ ἀνασωσαμένῳ καὶ ἀναρπάσαντι, αἰχμάλωτόν τε οὖσαν καὶ οὐκ ἐς μακρὰν τῷ τυράννῳ Γονθάριδι μέλλουσαν οὔτι έκουσίαν ἐς εὐνὴν ξυνελθεῖν. [4] ἐπεί τε ἄμφω ταῦτα ἤρεσκε, Πρεϊέκταν μὲν Ἀρταβάνης βασιλεῖ ἔπεμψεν, αὐτὸς δέ, καίπερ Λιβύης ὅλης στρατηγὸς καταστάς, ἔχρῃζε βασιλέως, ἀναπλάσας τινὰς οὐχ ὑγιεῖς σκήψεις, [5] ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο. ἐνῆγε [p. 416] γὰρ ἐς τοῦτο αὐτὸν τοῦ γάμου ἐλπίς, ἄλλα τε πολλὰ ἐνθένδε ἀγαθὰ ὑποφαίνουσα καὶ τῆς βασιλείας οὐ πόρρω αὐτὸν τὸ λοιπὸν ἔσεσθαι. [6] οἱ γὰρ ἄνθρωποι εὐημερίας ἐκ τοῦ παραλόγου ἐπιλαβόμενοι οὐ δύνανται τὴν διάνοιαν ἐνταῦθα ἑστάναι, ἀλλὰ καραδοκοῦσι τὰ πρόσω, καὶ ταῖς ἐλπίσιν ἐπίπροσθεν ἀεὶ χωροῦσιν, ἕως καὶ τῆς οὐ δέον ὑπαρξάσης αὐτοῖς εὐδαιμονίας στερήσονται. Βασιλεὺς μέντοι τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ τὸν Ἀρταβάνην ἐς Βυζάντιον μετεπέμπετο, [7] ἕτερον ἀντικαταστήσας Λιβύης στρατηγόν, ᾗπέρ μοι δεδιήγηται. [8] γενόμενον δὲ τὸν Ἀρταβάνην ἐν Βυζαντίῳ μὲν δῆμος τῶν πεπραγμένων ἐθαύμαζε καὶ ἄλλως ἠγάπα. [9] ἦν γὰρ εὐμήκης τε το σῶμα καὶ καλός, τό τε ἦθος ἐλευθέριος καὶ ὀλίγα ἄττα φθεγγόμενος. βασιλεὺς δὲ αὐτὸν ἐν τοῖς μάλιστα ἐτετιμήκει. [10] στρατηγόν τε γὰρ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν καὶ ἄρχοντα φοιδεράτων καταστησάμενος ἐς τῶν ὑπάτων ἀνεγράψατο τὸ ἀξίωμα. [11] τῇ μέντοι Πρεϊέκτᾳ ξυνοικίζεσθαι οὐδαμῆ ἴσχυσεν. ἦν γὰρ αὐτῷ γυνὴ πρότερον ξυγγενής τε οὖσα καὶ ἐκ παιδὸς αὐτῷ ἐς γάμον ἐλθοῦσα. [12] ἣν δὴ πολλῷ ἔμπροσθεν ἀποσεισάμενος αὐτὸς ἔτυχε τῶν τινος ἴσως παραπεπτωκυίας αἰτίας, ὧν δὴ ἕνεκα γυναῖκας ἀνδράσι προσκρούειν ξυμβαίνει. [13] αὕτη, τέως μὲν τῷ Ἀρταβάνῃ οὐκ εὖ καθεστήκει τὰ πράγματα, οἴκοι καθῆστο ἐν πάσῃ ἀπραγμοσύνῃ, [p. 418] τὰ παρόντα σιωπῇ φέρουσα. ἐπεὶ δὲ Ἀρταβάνης ἤδη λαμπρός τε τοῖς ἔργοις καὶ μέγας ἐγεγόνει ταῖς τύχαις, οὐκ ἐνεγκοῦσα γυνὴ ἔτι τὴν ἀτιμίαν ἐς Βυζάντιον ἦλθεν. ἱκέτις τε γενομένη τῆς βασιλίδος ἀπολαβεῖν τὸν ἄνδρα ἠξίου. [14] δὲ βασιλὶς ῾ἐπεφύκει γὰρ ἀεὶ δυστυχούσαις γυναιξὶ προσχωρεῖν̓ ἀκουσίῳ αὐτὴν τῷ Ἀρταβάνῃ ὡς μάλιστα ξυνοικεῖν ἔγνω, τήν τε Πρεϊέκταν Ἰωάννης Πομπηίου τοῦ Ὑπατίου γυναῖκα γαμετὴν ἐποιήσατο. [15] ταύτην Ἀρταβάνης τὴν ξυμφορὰν οὐκ ἤνεγκε πρᾴως, ἀλλ̓ ἠγριαίνετό τε καὶ ἀγαθὰ εἰργασμένον Ῥωμαίους ἔλεγε τόσα... γυναῖκα μὲν τήν οἱ αὐτῷ κατηγγυημένην ἑκόντα ἑκοῦσαν ἀγαγέσθαι οὐδεὶς ἐῴη, τῇ δὲ πάντων αὐτῷ δυσμενεστάτῃ οὔσῃ πλησιάζειν ἀναγκάζηται τὸν ἅπαντα χρόνον: δὴ μάλιστα ἀνθρώπου ψυχὴν ἀνιᾶν πέφυκεν. [16] ὥστε ἀμέλει οὐ πολλῷ ὕστερον ἐπειδὴ τάχιστα βασιλὶς ἐξ ἀνθρώπων ἠφάνιστο, ταύτην ἀσμένως ἀπεπέμψατο τὴν γυναῖκα εὐθύς. [17] Ἐτύγχανε δὲ βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα Βοραΐδην ἀδελφὸν ἔχειν. οὗτος οὖν Βοραΐδης Γερμανοῦ ἀδελφὸς ἔναγχος ἐτετελευτήκει, τῶν χρημάτων τὰ πλεῖστα τῷ τε ἀδελφῷ καὶ παισὶ τοῖς ἐκείνου ἀπολιπών. [18] οὔσης δὲ αὐτῷ γυναικός τε καὶ παιδὸς μιᾶς, τοσαῦτα τὴν παῖδα ἐκέλευεν ἔχειν ὅσα νόμος ἠνάγκαζε. διὸ δὴ [p. 420] βασιλεὺς τῇ παιδὶ μᾶλλον ἀμύνειν ἠξίου: ὅπερ ἐν τοῖς μάλιστα Γερμανὸν ἔδακνε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: