previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὕτω μὲν οἱ βάρβαροι διεδάσαντο τὴν Ῥωμαίων ἀρχήν. χρόνῳ δὲ ὕστερον Γήπαιδές τε καὶ Λαγγοβάρδαι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλήλοις διάφοροι γεγένηνται ἐς τὰ μάλιστα. [2] πολεμησείοντές τε προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ τακτὸς ὥριστο. [3] Λαγγοβάρδαι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι ῾πλήθει γὰρ αὐτοὺς ἐλασσοῦσθαι τῶν πολεμίων ξυνέβαινἐ Ῥωμαίους ἔγνωσαν ἐς ξυμμαχίαν ἐπαγαγέσθαι. [4] πέμψαντες οὖν παρὰ βασιλέα Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν, πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων μὲν Θορισὶν ὄνομα, τῶν δὲ ἑτέρων Αὐδουίν. [5] βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ [p. 444] καὶ χωρὶς παῤ αὐτὸν γινομένων. [6] ἐν τοῖς πρῶτοι οὖν Λαγγοβάρδαι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε: ‘Ἡμῖν μέν, βασιλεῦ, καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ὑμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες ἐφ̓ ὑμᾶς ἥκουσιν. [7] οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς εὐπετεῖς εἰς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παῤ αὐτοὺς ἥκοιεν. [8] ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχει. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσαισθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι. [9] εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε, διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον: νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παῤ ὑμῶν αὐτῶν λαβεῖν πάρεστι.’ [10]Σκέψασθε γάρ: Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγωγὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω κατεπτηχότες τὴν [p. 446] δύναμιν ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν, ἔνσπονδοι δὲ καὶ φιλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων, [11] καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τουτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ̓ οὐκ ἂν ἔχοιεν οὐ μικρὸν μέγα εἰπεῖν: [12] ἕως μὲν οὖν οὐκ εἶχον ἐφ̓ ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινί, ἀλλ̓ ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον. [13] τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος. [14] τίς δ̓ ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. [15] ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι.’ [16]Πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ [p. 448] συμμάχων θεσμούς; [17] οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν ἦς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ̓ αὐτοῖς γένηται; Γήπαιδες, βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι: [18] τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ξὺν ὑμῖν πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω. [19] καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ̓ αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν. [20] ἴσως που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ̓ ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν. [21] καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκουσιν ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον, Λαγγοβάρδας αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίοις, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται. [22] τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη ταύτης δὴ τῆς κακοτροπίας ὑπερβολή;’ [p. 450] [23]Ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ, λόγων σπανιζούσῃ, τῶν πραγμάτων οὐδαμῆ ἐπαξίως εἰρήσθω. [24] σὺ δέ, βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως κατὰ τὴν χρείαν ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δἰ αὐτὸ τοῦτο ἀπ̓ ἐναντίας χωρήσουσι.’ [25] Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε: ‘Δίκαιον, βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι. [26] ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον: δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, [27] δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν. [28] ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες, [29] τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς [p. 452] κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι. [30] ὥστε καὶ ὑμῖν ἐφ̓ ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκός, ἐπικράτησιν. [31] καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει. [32] φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε. [33] δικαιώματα μὲν οὖν πρὸς ὑμᾶς ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν.’ ‘Θεάσασθε δὲ ὁποῖοι Λαγγοβάρδαι τοὺς τρόπους εἰσί. [34] δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν, θράσει ἀλογίστῳ ἐχόμενοι: ἐπεὶ δὲ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παῤ ὑμᾶς ἥκουσιν, ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι τὸν ὑπὲρ αὐτῶν οὐ δέον ἀγῶνα. [35] πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προΐσχονται [p. 454] εἶναι. [36] καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινας, οἷς ἂν καὶ δοίης μοῖραν τινα πρὸς ἐνοίκησιν. [37] Φράγγους ἀμέλει καὶ τὸ Ἐρούλων ἔθνος καὶ τούτους Λαγγοβάρδας τοσούτοις ἐδωρήσω πόλεώς τε καὶ χώρας, βασιλεῦ, [38] μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες, τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα: δέ τι προΐεσθαι τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος οἱ ἐς τὰ μάλιστα εἶναι θαρσῶν, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκεῖ, ὅπερ καὶ Γήπαισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι. [39] ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν σὺν ἡμῖν ἐπὶ Λαγγοβάρδας ἰέναι δυνάμει τῇ πάσῃ: εἰ δὲ μή, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαιά τε ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ.’ [40] Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ Ἰουστινιανὸς βασιλεὺς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδας διώμοτον πεποιημένος πλέον αὐτοῖς ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν δὴ Κωνσταντιανὸς καὶ Βούζης καὶ Ἀράτιος ἦρχον. [41] ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, Βιταλιανοῦ [p. 456] ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχήσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ἐτύγχανε γὰρ ἐξ Ἰταλίας καὶ αὐτὸς ἥκων. [42] ξύμμαχοι δὲ αὐτοῖς Ἔρουλοι πεντακόσιοί τε καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον. [43] οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας μοι ἐν τοῖς ἔμπροσθεν ἐρρήθη. [44] Μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχάνουσι. [45] μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατόν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόντων Ῥωμαίων. [46] ταῦτα ἐπεὶ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι καταθέοντες τὴν Ἰλλυριῶν ληΐσωνται χώραν. [47] αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. [p. 458]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: