previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος ἐς πολιορκίαν καθίσταντο. [2] Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν [p. 192] πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, [3] βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε. [4] διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξ̣̣̔̓ν εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο, [5] λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας διέχον ἡμέρας ὁδόν. [6] ἐπεὶ δὲ Ῥωμαίων στρατὸς Ἰουστίνῳ ξυνέμιξεν, ὀλίγους μέν τινας τῶν αὐτῷ ἑπομένων ἐπὶ φυλακῇ τῆς πόλεως αὐτοῦ εἴασαν, αὐτοὶ δὲ τοὺς ἄλλους ἐπαγόμενοι ἐπὶ τοὺς πολεμίους ἐχώρουν. [7] Καὶ αὐτοῖς ὁδῷ πορευομένοις ξυμφορώτατον ἔδοξεν εἶναι τῶν ἀρχόντων ἕνα παντὸς τοῦ στρατοῦ τοὺς λογιμωτάτους ἀπολεξάμενον πρόσω ἰέναι καὶ αὐτὸν μὲν ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις ἀπροσδόκητον ἐς χεῖρας ἐλθεῖν, τὸ δὲ ἄλλο στράτευμα σχολῇ βαδίζον ἐνταῦθα ἰέναι. κλήρους τε ἐπὶ τούτοις ἐμβεβλημένοι τὴν τῆς τύχης ἐκαραδόκουν ἐς τοῦτο γνώμην. [8] μὲν οὖν κλῆρος ἐκπεπήδηκεν ἐς Ἰωάννην, οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα. [9] διὸ δὴ ξὺν τοῖς ἑπομένοις Ἰωάννης ἠνάγκαστο ἐπίπροσθεν ἰὼν ἐπὶ τοὺς πολεμίους χωρεῖν. οἱ δὲ βάρβαροι τὴν τῶν ἐναντίων ἔφοδον γνόντες τὸ μὲν πεδίον, οὗ δὴ ἐνστρατοπεδευσάμενοι [p. 194] ἐτύγχανον, δέει πολλῷ ἀπολιπεῖν ἔγνωσαν, ἐς λόφον δὲ μέγαν τινὰ ὃς ταύτῃ ἀνέχει ξὺν θορύβῳ ἀνέδραμον. [10] ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐνταῦθα ἐγένοντο, ἀναδραμόντες καὶ αὐτοὶ ἐπὶ τοὺς πολεμίους ἔργου εἴχοντο. [11] καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ὠθισμός τε πολὺς γέγονε καὶ πολλοὶ ἑκατέρωθεν ἔργα ἐνδεικνύμενοι θαυμαστὰ ἔπιπτον. [12] Ἰωάννου δὲ κραυγῇ τε καὶ ταραχῇ πολλῇ ἐπὶ τοὺς κατ̓ αὐτὸν πολεμίους ὁρμήσαντος ξυνέβη τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα πρός του τῶν πολεμίων ἀκοντίῳ βληθέντα πεσεῖν: ἀπ̓ αὐτοῦ τε Ῥωμαῖοι ἀποκρουσθέντες ὀπίσω ἐχώρουν. [13] Ἤδη δὲ καὶ λοιπὸς τῶν Ῥωμαίων στρατὸς ἐς τὸ πεδίον ἀφικόμενοι φάλαγγά τε ποιησάμενοι ἵσταντο. καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν. [14] ἀλλὰ τύχῃ τινὶ ξυνέβη ἐς τὸ Ῥωμαίων στρατόπεδον φήμην οὐκ ἀληθῆ περιφέρεσθαι, ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη. [15] ἐπεί τε λόγος ἐς τοὺς ἄρχοντας ἦλθε, μένειν ἐνταῦθα οὐκέτι ἠξίουν, ἀλλ̓ ἐς ὑπαγωγὴν αἰσχράν τινα ξύμπαντες ᾔεσαν. [16] οὐδὲ γὰρ ξυντεταγμένοι οὐδὲ κατὰ ξυμμορίας τινάς, ἀλλ̓ αὐτὸς ἕκαστος ὥς πη ἐδύνατο ἐς φυγὴν ὥρμητο. καὶ πολλοὶ μὲν ἐν τῇ φυγῇ [p. 196] ταύτῃ ἀπώλοντο, ὅσοι μέντοι διεσώθησαν ἡμέρας πολλὰς οὐδαμῆ διωκόμενοι ἔφευγον. [17] χρόνῳ τε ὕστερον ὡς ἑκάστῳ ἔτυχεν ἐς ὀχυρώματά τινα ἐσελθόντες ἄλλο οὐδὲν ἀπήγγελλον τοῖς ἐντυγχάνουσιν ὅτι τεθνεὼς Ἰωάννης εἴη. [18] καὶ ἀπ̓ αὐτοῦ οὔτε ξυνεμίγνυντο ἔτι ἀλλήλοις οὔτε ξυνίστασθαι τὸ λοιπὸν ἐπὶ τοὺς πολεμίους διενοοῦντο, ἀλλ̓ ἕκαστος τοῦ κατ̓ αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δεδιὼς μὴ οἱ βάρβαροι ἐπ̓ αὐτὸν ἴωσι. [19] Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: