previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῇ δὲ ὑστεραίᾳ Γότθους ἅπαντας ξυγκαλέσας Τουτίλας ἔλεξε τοιάδε: ‘Οὐ καινήν τινα οὐδὲ ἀγνῶτα ὑμῖν παραίνεσιν ποιησόμενος ἐνθάδε ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον, ἀλλ̓ ἐκεῖνα ἐρῶν, ἅπερ ἐγὼ μὲν πολλάκις ἐς ὑμᾶς εἶπον, ὑμῖν δὲ αὐτὰ ἐνδεξαμένοις τὰ μέγιστα τῶν ἀγαθῶν ξυνηνέχθη γενέσθαι. [2] μὴ τοίνυν τινὶ ὀλιγωρίᾳ διὰ τοῦτο ἐς τὴν παραίνεσιν τανῦν χρήσησθε. [3] λόγων γὰρ τῶν ἐς εὐδαιμονίαν ἀγόντων κόρον οὐκ εἰκὸς ἀνθρώπῳ γενέσθαι, κἂν τῇ πολυλογίᾳ τις ἀποκναίειν δοκῇ: ἐπεὶ οὐδὲ πρὸς τὴν ἐξ αὐτῶν εὐεργεσίαν ἀπειπεῖν ἄξιον. [4] λέγω δὲ ὅτι πρώην μὲν ἐς μυριάδας εἴκοσι μαχιμωτάτων ξυνιόντες στρατιωτῶν πλούτῳ τε ὑπερφυεῖ χρώμενοι καὶ ἵππων τε καὶ ὅπλων περιουσίαν τινά, ὡς ἔνι μάλιστα, ἐνδεικνύμενοι, καὶ γερόντων ξυνετωτάτων πολὺν ὅμιλον, ὅπερ τοῖς ἐς ἀγῶνας καθισταμένοις ξυμφορώτατον εἶναι δοκεῖ, πρὸς ἀνδρῶν ἑπτακισχιλίων Γραικῶν ἡσσηθέντες, τήν τε ἀρχὴν καὶ τὰ ἄλλα ξύμπαντα λόγῳ οὐδενὶ ἀφῃρήμεθα. [5] νῦν δ̓ ἡμῖν ἐς ὀλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς καὶ οὐδ̓ ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν πολεμίων πλέον δισμυρίων ὄντων τετύχηκε. [6] τὰ μὲν οὖν πεπραγμένα συλλήβδην [p. 336] εἰπεῖν τοιαῦτά ἐστι: τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν αὐτίκα δηλώσω: ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥωμαίους ἀνόσια ἔργα, οἷς δή, ὡς τὸ εἰκός, ἠγμένος θεὸς ἐπ̓ αὐτοὺς τὸτε ξὺν τοῖς πολεμίοις ἐστράτευσε. [7] καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραίροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινωσκομένῃ ἡσσήθημεν. [8] οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ ἐφ̓ ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα δὴ μάλα πολέμια ἔσται. [9] οὐ γὰρ ἀνθρώπων γένει οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ̓ οἷς ἂν μᾶλλον τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς αὐτῷ τἀγαθὰ ἐφ̓ ἑτέρους μετενεγκεῖν. [10] ἀνθρώπῳ μὲν γὰρ τὸ μὴ ἀδικεῖν μόνον ἐν γνώμῃ ἐστί, θεῷ δὲ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ πέφυκε κεῖσθαι. [11] φημὶ τοίνυν ὑμᾶς χρῆναι τὴν δικαιοσύνην ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους τηρεῖν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν τὴν εὐημερίαν ἐς ἀεὶ διασώζεσθαι.’ [12] Τοσαῦτα Τουτίλας ἐς τοὺς Γότθους εἰπὼν καὶ τοὺς ἐκ τῆς Ῥωμαίων βουλῆς ξυγκαλέσας πολλὰ ὠνείδισέ τε καὶ ἐκάκισεν, οἳ δὴ πολλὰ [p. 338] πρός τε Θευδερίχου καὶ Ἀταλαρίχου ἀγαθὰ πεπονθότες, ἐπί τε τῆς ἀρχῆς ἁπάσης αὐτοὶ ἐς ἀεὶ καταστάντες καὶ τήν τε πολιτείαν διοικησάμενοι, πλούτου τε περιβεβλημένοι μέγα τι χρῆμα, εἶτα ἐς Γότθους τοὺς εὐεργέτας πολλῇ ἀγνωμοσύνῃ ἐχόμενοι, ἐς ἀπόστασίν τε οὐ δέον ἐπὶ τῷ σφετέρῳ πονηρῷ ἴδοιεν καὶ τοὺς Γραικοὺς ἐπὶ τῇ πατρίδι ἐπαγάγοιντο, προδόται σφῶν αὐτῶν ἐκ τοῦ αἰφνιδίου γεγενημένοι. [13] καὶ ἀνεπυνθάνετο μὲν εἴ τι πρὸς Γότθων πάθοιεν αὐτοὶ κακὸν πώποτε. [14] λέγειν δὲ ἠνάγκαζεν, εἴ τι ἀγαθὸν σφίσι πρὸς Ἰουστινιανοῦ βασιλέως ξυμβαίνοι, καταλέγων ἐφεξῆς ἅπαντα, ὅτι δὴ τὰς μὲν ἀρχὰς ἀφῄρηντο σχεδόν τι ἁπάσας, πρὸς δὲ τῶν καλουμένων λογοθετῶν αἰκιζόμενοι λογισμοὺς ἐκτίνειν τῶν σφίσιν ἐς Γότθους πεπολιτευμένων ἀναγκασθεῖεν καὶ τῷ πολέμῳ κεκακωμένοι φόρους τοὺς δημοσίους οὐδέν τι ἐνδεέστερον ἐν τῇ εἰρήνῃ τοῖς Γραικοῖς φέροιεν: ἄλλα τε πολλὰ ἐνετίθει τῷ λόγῳ, ὅσα δεσπότην δυσμενῆ τοὺς δεδουλωμένους ὀνειδίζειν εἰκός. [15] Ἡρωδιανόν τε αὐτοῖς ἐνδεικνύμενος καὶ τοὺς τὴν πόλιν αὐτῷ παραδόντας ἸσαύρουςὙμεῖς μένἔφηξύντροφοι Γότθοις γεγενημένοι οὐδὲ χῶρόν τινα ἔρημον ἐς τήνδε ἡμῖν ἐνδιδόναι τὴν ἡμέραν ἐγνώκατε, οἵδε δὲ ἡμᾶς Ῥώμῃ τε αὐτῇ καὶ Σπολιτίῳ ἐδέξαντο. [16] διόπερ ὑμεῖς μὲν ἐν οἰκετῶν λόγῳ [p. 340] γεγένησθε, οὗτοι δὲ Γότθοις φίλοι τε, ὡς τὸ εἰκός, καὶ ξυγγενεῖς γεγενημένοι τὰς ὑμετέρας [17] ἀρχὰς τὸ λοιπὸν ἕξουσιν.’ οἱ μὲν οὖν πατρίκιοι ταῦτα ἀκούοντες σιωπῇ εἴχοντο. Πελάγιος δὲ Τουτίλαν ὑπὲρ ἀνδρῶν ἐπταικότων τε καὶ δεδυστυχηκότων παραιτούμενος οὐκέτι ἀνίει, ἕως αὐτοὺς φιλανθρωπίας ὑπόσχεσιν ποιησάμενος ἀπεπέμψατο. [18] Ἔπειτα δὲ Πελάγιόν τε καὶ τῶν ἐν Ῥώμῃ ῥητόρων ἕνα, Θεόδωρον ὄνομα, πρέσβεις ἐς βασιλέα Ἰουστινιανὸν ἔστειλεν, ὅρκοις αὐτοὺς δεινοτάτοις καταλαβών, ὅτι τε εὐνοίᾳ ἐς αὐτὸν χρήσονται καὶ ἀναστρέφειν ὅτι τάχιστα ἐς τὴν Ἰταλίαν ἐν σπουδῇ ἕξουσιν. [19] ἐπέστελλέ τε αὐτοῖς τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι, ὅπως δὴ μὴ αὐτὸς ἀναγκάζηται Ῥώμην ἐς ἔδαφος καθελὼν ξύμπασαν καὶ τοὺς ἐκ τῆς συγκλήτου διαφθείρας βουλῆς ἐς Ἰλλυριοὺς τὸν πόλεμον ἄγειν. καὶ γράμματα δὲ Ἰουστινιανῷ βασιλεῖ ἔγραψεν. [20] ἤδη μὲν οὖν βασιλεὺς ἠκηκόει τὰ ἐν Ἰταλίᾳ ξυμπεπτωκότα. ἐπεὶ δὲ καὶ οἱ πρέσβεις παῤ αὐτὸν ἦλθον, ἀπήγγειλάν τε ὅσα Τουτίλας σφίσιν ἐπέστελλε καὶ τὴν ἐπιστολὴν ἐνεχείρισαν. [21] Ἐδήλου δὲ γραφὴ τάδε: ‘Ὅσα μὲν ἐν Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα. [22] ὧν δὲ ἕνεκα τοὺς πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε [p. 342] προσίεσθαι αὐτὸν καὶ ἡμῖν ξυγχωρεῖν. [23] ὧνπερ μνημεῖά τε καὶ παραδείγματα κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ̓ αὐτοὺς χρόνον. [24] ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη, πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχους [25] ἡμᾶς ἐφ̓ οὓς ἂν βούλοιο τὸ λοιπὸν ἕξεις.’ ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἀπενεχθέντα εἶδε, καὶ τοὺς λόγους τῶν πρέσβεων ἅπαντας ἤκουσεν, ἀπεπέμψατο αὐτοὺς αὐτίκα δὴ μάλα, τοῦτό τε μόνον αὐτοῖς ἀποκρινόμενος καὶ Τουτίλᾳ γράψας, ὅτι δὴ αὐτοκράτορα τοῦ πολέμου πεποίηται Βελισάριον, κύριός τε διὰ τοῦτο ἐκεῖνος εἴη τὰ πρὸς Τουτίλαν ὅπως βούλοιτο διοικήσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: