previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους. [2] καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν Περυσίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι. [3] Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι ἐς αὐτοὺς ἤθελε. [4] διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε: ‘Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δἰ ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας χρῆσθαι. [5] τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, [p. 370] ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκός, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται τὴν ἀπὸ τῆς τύχης ἀνάγκην. [6] βούλομαι δὲ τῶν πρότερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι. [7] Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ̓ ὁτιοῦν λυμηνάμενος. [8] ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει τὰ πράγματα. [9] Ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμείνοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἐκ τῶν λυμηναμένων τοῖς πράγμασι διδόναι βλάβος. [10] φύσει μὲν γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσιν, δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας τῷ παντὶ τίθησιν. [11] ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλομεν, τὰ [p. 372] τείχη καθελόντες τῶν ἄλλων εὐθὺς ἐκρατοῦμεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος τῶν πολεμίων στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ̓ ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς χεῖρας ἰέναι. [12] καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον. [13] ὑμεῖς δὲ τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκός, οἰκειούμενοι. γὰρ ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πεπραγμένων αὐτουργὸς γίνεται. [14] νῦν δὲ μεταβέβλησθε, φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ̓ αὐτοῦ καταπεπλῆχθαι τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει. [15] ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται οἱ προμηθεῖς ἀσφαλεῖς. μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι δοκεῖ. [16] Χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δἰ ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. Βελισάριον εὐδοκιμηκέναι καθ̓ ὑμῶν [p. 374] οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ̓ ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε; [17] καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ̓ ἑαυτοῦ μένειν: εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε. [18] καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη τοὺς πολλά τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δεδουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτόν ἐστιν ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώπους εἶναι. [19] τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κείσεται. [20] τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ̓ ἂν πᾶς αἰὼν ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην. [21] Ἔσται δὲ ὑμῖν Περυσίας ἐπικράτησις οὐδενὶ [p. 376] πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμετέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν. [22] οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς κακουργήσει: τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τούτου ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βελισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ τῶν πεπραγμένων ὁρᾶν πάρεστι. [23] γνῶμαι γὰρ ἀλλήλαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἐς ἀλλήλους ἀμφοῖν ὑποψία. οἷς δ̓ ἂν αὕτη ἐγγένηται, φθόνον τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι. [24] ὧν δὴ μεταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον.’ τοσαῦτα Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: