Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
book 6
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
book 8
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐράριχος δὲ ἦν τις ἐν τῷ Γότθων στρατῷ Ῥογὸς μὲν γένος, δύναμιν δὲ περιβεβλημένος ἐν τούτοις δὴ τοῖς βαρβάροις μεγάλην. οἱ δὲ Ῥογοὶ οὗτοι ἔθνος μέν εἰσι Γοτθικόν, αὐτόνομοί τε τὸ παλαιὸν ἐβίουν. [2] Θευδερίχου δὲ αὐτοὺς τὸ κατ̓ ἀρχὰς ἑταιρισαμένου σὺν ἄλλοις τισὶν ἔθνεσιν, ἔς τε τὸ Γότθων ἀπεκέκριντο γένος καὶ ξὺν αὐτοῖς ἐς τοὺς πολεμίους ἅπαντα ἔπρασσον. [3] γυναιξὶ μέντοι ὡς ἥκιστα ἐπιμιγνύμενοι ἀλλοτρίαις, ἀκραιφνέσι παίδων διαδοχαῖς τὸ τοῦ ἔθνους ὄνομα ἐν σφίσιν αὐτοῖς διεσώσαντο. [4] τοῦτον Ἐράριχον, ἐπεὶ ἐς ταραχὴν ἐπὶ τῷ Ἰλδιβάδου φόνῳ καθεστήκει τὰ πράγματα, βασιλέα ἐκ τοῦ αἰφνιδίου οἱ Ῥογοὶ ἀνεῖπον. [5] ὅπερ τοῖς Γότθοις οὐδαμῶς ἤρεσκεν, ἀλλὰ καὶ εἰς πολλὴν οἱ πλεῖστοι ἀθυμίαν κατέστησαν [p. 168] ἅτε τῶν ἐλπίδων σφίσι διεφθαρμένων ἅσπερ ἐπι Ἰλδιβάδῳ τὰ πρότερα ἔσχον, ὃς δὴ τήν τε ἀρχὴν καὶ τὸ Ἰταλίας κράτος Γότθοις ἀνασώσασθαὶ ἱκανὸς ἦν. [6] Ἐράριχος μέντοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασε: μῆνας γὰρ πέντε ἐπιβιοὺς ἐτελεύτησε τρόπῳ τοιῷδε. [7] Τουτίλας ἦν τις, Ἰλδιβάδου ἀνεψιός, ἐπὶ πλεῖστον ξυνέσεως ἥκων καὶ τὸ δραστήριον ὡς μάλιστα ἔχων καὶ λόγου ἐν Γότθοις πολλοῦ ἄξιος. οὗτος ὁ Τουτίλας Γότθων μὲν τηνικαῦτα τῶν ἐν Ταρβησίῳ ἄρχων ἐτύγχανεν. [8] ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀφανισθῆναι Ἰλδίβαδον οὕτως, ὥσπερ ἐρρήθη, ἐπύθετο, πέμψας πρὸς Κωνσταντιανὸν ἐς Ῥάβενναν, τὰ πιστά οἱ δοθῆναι ὑπὲρ τῆς σωτηρίας ἐδεῖτο, ἐφ̓ ᾧ αὑτὸν τε καὶ Γότθους, ὧν ἦρχε, ξὺν Ταρβησίῳ παραδώσει Ῥωμαίοις. [9] ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι. [10] Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται. [11] τέλος δὲ ξυμφρονήσαντες [p. 170] πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦτες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι ταὐτά. [12] ὁ δὲ τοῖς παῤ αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ βούλοιντο. [13] ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο. [14] Ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο. [15] Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ̓ ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ̓ οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν: ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης. [16] καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα. [17] οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν [p. 172] πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ̓ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα. [18] οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.