previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο: τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους ἀποφέρειν ἠξίουν. [2] Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ̓ αὐτοὺς ἐποιήσαντο. [3] καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις ὑπὸ τῶν πολεμίων ἐνέτυχον. [4] οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, οὐκέτι ἐτόλμων. [p. 256] [5] Καὶ ἀπ̓ αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαιους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων. [6] ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν ἐφύλασσον. [7] ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν αὐτοῖς ἀνδράσιν ὑπὸ ταῖς ἐκείνων χερσί. [8] Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν ἐξελεῖν βίᾳ ὁμολογίᾳ ἐκέλευεν. [9] αὕτη δὲ πρώτη μέν ἐστιν Αἰμιλίων τῆς χώρας, ὀχύρωμα ἰσχυρὸν ἔχουσα. πρὸς δὲ τῷ ποταμῷ Ἠριδανῷ κεῖται καὶ μόνη τῶν τῇδε χωρίων Ῥωμαίων κατήκοος οὖσα ἔτι ἐλέλειπτο. [10] ἐπεὶ δὲ στρατὸς οὗτος Πλακεντίας ἀγχοῦ ἐγένοντο, λόγους προὔφερον τοῖς ἐνταῦθα φρουροῖς, ὅπως τὴν πόλιν ὁμολογίᾳ Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοῖεν. [11] ὡς δὲ οὐδὲν σφίσι προὐχώρει, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, τῶν ἐπιτηδείων ἐνδεῖν τοὺς ἐν τῇ πόλει αἰσθόμενοι. [12] Τότε τοῖς ἐν Ῥώμῃ τοῦ βασιλέως στρατοῦ ἄρχουσιν ὑποψία προδοσίας πέρι ἐγένετο ἐς Κέθηγον, πατρίκιον ἄνδρα καὶ πρῶτον τῆς Ῥωμαίων βουλῆς. διὸ δὴ ἐς Κεντουκέλλας ἀπιὼν ᾤχετο. [13] Βελισάριος δὲ περί τε τῇ Ῥώμῃ καὶ τοῖς ὅλοις [p. 258] πράγμασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαί τε ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν οἷός τε εἴη. [14] καί οἱ τὸ κατ̓ ἀρχὰς ἐς Ῥάβενναν ἀφικομένῳ μετέμελεν, δὴ Βιταλίῳ ἀναπεισθεὶς ἔδρασε πρότερον οὐκ ἐπὶ τῷ τῶν βασιλέως πραγμάτων ξυμφόρῳ, ἐπεὶ ἐνταῦθα καθείρξας αὑτὸν ἐδεδώκει τοῖς πολεμίοις κατ̓ ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι ῥοπήν. [15] καί μοι ἔδοξεν Βελισάριον ἑλέσθαι τὰ χείρω, ἐπεὶ χρῆν τότε Ῥωμαίοις γενέσθαι κακῶς, βεβουλεῦσθαι μὲν αὐτὸν τὰ βελτίω, ἐμπόδιον δὲ τὸν θεὸν γεγονέναι, Τουτίλᾳ τε καὶ Γότθοις ἐπικουρεῖν ἐν νῷ ἔχοντα, καὶ ἀπ̓ αὐτοῦ τῶν βουλευμάτων τὰ βέλτιστα ἐς πᾶν τοὐναντίον Βελισαρίῳ ἀποκεκρίσθαι. [16] οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς τύχης καὶ τὰ χείριστα βουλευομένοις οὐδὲν ἀπαντιάσει δεινόν, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον: [17] ἀνδρὶ δέ, οἶμαι, κακοτυχοῦντι εὐβουλία οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν. [18] ἢν δέ τι καὶ βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ̓ ἐναντίας εὐθὺς τύχη ἀντιστρέφει αὐτῷ τὴν εὐβουλίαν ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων. [p. 260] [19] ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. Βελισάριος δὲ Ἰουστῖνον ἐπὶ τῇ Ῥαβέννης φυλακῇ καταστησάμενος ξὺν ὀλίγοις τισὶν αὐτὸς ἐνθένδε διά τε Δαλματίας καὶ τῶν ταύτῃ χωρίων κομίζεται ἐς Ἐπίδαμνον, ἵνα δὴ στράτευμα ἐκ Βυζαντίου καραδοκῶν ἡσυχῆ ἔμενε. γράψας τε βασιλεῖ γράμματα, τύχας τὰς παρούσας ἐσήγγελλεν. [20] δέ οἱ οὐ πολλῷ ὕστερον Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀνεψιὸν καὶ Ἰσαάκην Ἀρμένιον Ἀρατίου τε καὶ Ναρσοῦ ἀδελφὸν ξὺν στρατῷ ἔπεμψε βαρβάρων τε καὶ Ῥωμαίων στρατιωτῶν. [21] οἳ δὴ ἐς Ἐπίδαμνον ἀφικόμενοι Βελισαρίῳ ξυνέμιξαν. Καὶ Ναρσῆν δὲ τὸν εὐνοῦχον παρὰ τῶν Ἐρούλων τοὺς ἄρχοντας ἔπεμψεν, ἐφ̓ δὴ αὐτῶν τοὺς πολλοὺς πείσει ἐς Ἰταλίαν στρατεύεσθαι. [22] καὶ αὐτῷ τῶν Ἐρούλων πολλοὶ εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον καὶ ξὺν αὐτῷ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἦλθον. ἐνταῦθα γὰρ διαχειμάσαντες ἔμελλον ἅμα ἦρι ἀρχομένῳ παρὰ Βελισάριον στέλλεσθαι. [23] ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὃν ἐπίκλησιν ἐκάλουν Φαγᾶν. καὶ αὐτοῖς ἐν ταύτῃ τῇ πορείᾳ ξυνέβη τις τύχη μεγάλα Ῥωμαίους ἀγαθὰ ἐκ τοῦ ἀπροσδοκήτου ἐργάσασθαι. [24] βαρβάρων γὰρ Σκλαβηνῶν πολὺς ὅμιλος ἔτυχον ἔναγχος διαβάντες μὲν ποταμὸν Ἴστρον, ληϊσάμενοι δὲ τὰ ἐκείνῃ χωρία καὶ Ῥωμαίων ἐξανδραποδίσαντες πάμπολυ πλῆθος. [25] οἷς δὴ Ἔρουλοι ἐκ τοῦ [p. 262] αἰφνιδίου ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε παρὰ δόξαν μέτρῳ σφᾶς πολλῷ ὑπεραίροντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἐς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκαν ἰέναι. [26] τότε δὲ Ναρσῆς καί τινα εὑρὼν ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος, ἀνδρὸς ἐπιφανοῦς καὶ Ῥωμαίων ποτὲ στρατηγήσαντος, διελέγξαι τὴν ἐπιβουλὴν ῥᾳδίως ἔσχε. τοῦτο δὲ τί ποτε ἦν αὐτίκα δηλώσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: