previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν. [2] τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβών, οἷς δὴ ὑπ̓ αὐτοῦ καὶ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει, δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς τὸ εἰκός, [3] ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μηδένα πη ἐνθένδε ἰέναι. [4] αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ [p. 214] δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων ἐς ἀεὶ γίγνεσθαι. [5] οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη βούλοιτο ἀφῆκεν ἰέναι. [6] Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ̓ ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διενοοῦντο. [7] τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ λάβωσιν. [8] ὧνπερ ἐπεὶ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ φίλων κομίζεσθαι. [9] ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ̓ ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνός, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμπέμψας. [10] Τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις [p. 216] Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γοτθοις παράσχωσιν. [11] ἐν πεδίῳ γὰρ μᾶλλον ἐκ τοῦ εὐθέος διακρίνεσθαι μάχῃ πρὸς αὐτοὺς ἤθελεν τέχναις τισὶ καὶ σοφίσμασι διαμάχεσθαι. μοῖραν μέντοι αὐτοῦ καθελὼν πολλὴν τὸ λοιπὸν εἴασεν. [12] Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖός τις αὐτῷ προσελθών, Κ῾̣̣̓λαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφορων τῶν αὐτοῦ τινα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν βιάσασθαι. [13] καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων ἐν δεσμωτηρίῳ καθεῖρξε. [14] δείσαντες δὲ ἀμφ̓ αὐτὸν τῶν βαρβάρων οἱ δοκιμώτατοι ῾δραστήριος γάρ τις ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμιἀ ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐδέοντο τῷ ἀνθρωπῳ τὴν αἰτίαν ἀφεῖναι. [15] δὲ πρᾴως τε καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε: ‘Οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ̓ ὡς ἔνι μάλιστα δεδιὼς μή τι Γότθοις ξυμβήσεται φλαῦρον, ἐς λόγους τούσδε, ξυστρατιῶται, [16] καθίσταμαι. ἐγὼ μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων πολὺς ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν ἐπὶ τοὐναντίον. [17] φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ πάντα καὶ ξυντεταράχθαι ξυμβαίνει, σκαιὸν δὲ καὶ [p. 218] ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς τὸ ἀκριβὲς βούληται, ὅπως δὴ τοῖς ὀνόμασι τούτοις παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον ἐξαμαρτάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐνδείκνυσθαι. [18] ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι, μηδὲ τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν ἀδικοῦντες μεταλαχεῖν. τό τε γὰρ ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ ἐστί. [19] βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς νῦν αἵρεσις ὑμῖν δυοῖν πρόκειται, τὸν ἄνδρα τοῦτον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, τὸ Γότθων γένος σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι κράτος. [20] σκέψασθε γάρ: ἦν ἡμῖν κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρόν, χρήματα δὲ ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν γε Ἰταλιώταις ὀχυρώματά ἐστιν. καὶ ταῦτα γὰρ οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον καθισταμένοις ἐφόδια. [21] ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττόμενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν ἡμῖν τύχη ἐπίστασθε δή που, ὑφ̓ οἵων τε καὶ [p. 220] ὁπόσων ἡσσημένοις ἀνδρῶν. [22] νῦν δὲ τὴν δίκην παῤ ἡμῶν θεὸς ὧν ἐξημάρτομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ βούλημα ῥυθμίζει τὸν βίον καὶ τὸ ξύμπαν εἰπεῖν ἄμεινον ἡμῖν κατ̓ ἐλπίδα τὰ πράγματα ἄγει, οἷς γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς πολεμίους τετύχηκε. [23] περιστέλλειν οὖν τὴν τῆς νίκης πρόφασιν τῷ τὰ δίκαια πράσσειν ξυνοίσει μᾶλλον ἀπ̓ ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ̓ ἡμῖν αὐτοῖς γεγενῆσθαι δοκεῖν. [24] οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου τοῦ πολέμου πρυτανεύεται τύχη.’ Τουτίλας μὲν τοσαῦτα εἶπεν. [25] ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ̓ εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: