previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ̓ οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλά, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι, καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε. [2] Γαλλίας μὲν ὅλας τὰς σφίσι κατηκόους κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου Γερμανοῖς ἔδοσαν Γότθοι, οὐκ ἂν οἰόμενοι πρὸς ἑκατέρους ἀντιτάξασθαι οἷοί τε εἶναι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [3] ταύτην τε τὴν πρᾶξιν οὐχ ὅπως οὐ διακωλύειν Ῥωμαῖοι ἔσχον, ἀλλὰ καὶ βασιλεὺς Ἰουστινιανὸς ἐπέρρωσε σφίσι, τοῦ μή τί οὶ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων ὑπαντιάσαι. [4] οὐ γάρ ποτε ᾤοντο [p. 438] Γαλλίας ξὺν τῷ ἀσφαλεῖ κεκτῆσθαι Φράγγοι, μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε. καὶ ἀπ̓ αὐτοῦ οἱ Γερμανῶν ἄρχοντες Μασαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ ξύμπαντα τὰ ἐπιθαλάσσια χωρία ἔσχον, θαλάσσης τε τῆς ἐκείνῃ ἐκράτησαν. [5] καὶ κάθηνται μὲν ἐν τῇ Ἀρελάτῳ τὸν ἱππικὸν ἀγῶνα θεώμενοι, νόμισμα δὲ χρυσοῦν ἐκ τῶν ἐν Γάλλοις μετάλλων πεποίηνται, οὐ τοῦ Ῥωμαίων αὐτοκράτορος, ᾗπερ εἴθισται, χαρακτῆρα ἐνθέμενοι τῷ στατῆρι τούτῳ, [6] ἀλλὰ τὴν σφετέραν αὐτῶν εἰκόνα. καίτοι νόμισμα μὲν ἀργυροῦν Περσῶν βασιλεὺς βούλοιτο ποιεῖν εἴωθε, χαρακτῆρα δὲ ἴδιον ἐμβαλέσθαι στατῆρι χρυσῷ οὔτε αὐτὸν θέμις οὔτε δὲ ἄλλον ὁντιναοῦν βασιλέα τῶν πάντων βαρβάρων, καὶ ταῦτα μᾶλλον ὄντα χρυσοῦ κύριον, ἐπεὶ οὐδὲ τοῖς ξυμβάλλουσι προΐεσθαι τὸ νόμισμα τοῦτο οἷοί τέ εἰσιν, εἰ καὶ βαρβάρους τοὺς ξυμβάλλοντας εἶναι ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδε Φράγγοις ἐχώρησεν. [7] Ἐπεὶ δὲ τὰ Γότθων τε καὶ Τουτίλα καθυπέρτερα τῷ πολέμῳ ἐγένετο, Φράγγοι Βενετίων τὰ πλεῖστα σφίσι προσεποιήσαντο οὐδενὶ λόγῳ, οὔτε Ῥωμαίων δυναμένων ἔτι ἀμύνεσθαι οὔτε Γότθων οἵων τε ὄντων τὸν πόλεμον πρὸς ἑκατέρους διενεγκεῖν. [8] Γήπαιδες δὲ πόλιν τε Σίρμιον καὶ Δακίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάσας καταλαβόντες ἔσχον, ἐπειδὴ τάχιστα βασιλεὺς αὐτὰς Ἰουστινιανὸς ἀφείλετο Γότθους: ἐξηνδραπόδισάν [p. 440] τε τοὺς ταύτῃ Ῥωμαίους, ἔτι μέντοι ἐπίπροσθεν ἀεὶ ὁδῷ ἰόντες ἐληΐζοντο βιαζόμενοι τὴν Ῥωμαίων ἀρχήν. [9] διὸ δὴ βασιλεὺς αὐτοῖς τὰς συντάξεις οὐκέτι ἐδίδου, ἅσπερ εἴθιστο σφᾶς ἀνέκαθεν πρὸς Ῥωμαίων κομίζεσθαι. [10] Λαγγοβάρδας δὲ βασιλεὺς Ἰουστινιανὸς ἐδωρήσατο Νωρικῷ τε πόλει καὶ τοῖς ἐπὶ Παννονίας ὀχυρώμασί τε καὶ ἄλλοις χωρίοις πολλοῖς καὶ χρήμασι μεγάλοις ἄγαν. [11] διά τοι τοῦτο ἐξ ἠθῶν τῶν πατρίων Λαγγοβάρδαι ἐξαναστάντες ἐνθένδε ποταμοῦ Ἴστρου ἱδρύσαντο, [12] Γηπαίδων οὐ πολλῷ ἄποθεν. καὶ αὐτοὶ μὲν Δαλμάτας τε καὶ Ἰλλυριοὺς μέχρι τῶν Ἐπιδάμνου ὁρίων ληϊσάμενοι ἠνδραπόδισαν, ἐπειδή τε τῶν τινες αἰχμαλώτων ἐνθένδε φυγόντες οἴκαδε ἀποκομίζεσθαι ἴσχυσαν, περιιόντες τὴν Ῥωμαίων ἀρχὴν οἱ βάρβαροι οὗτοι ἅτε Ῥωμαίοις ἔνσπονδοι ὄντες ἤν τινας τῶν ἀποδράντων ἐπιγνοῖεν ἐνταῦθα, ὥσπερ ἀνδραπόδων οἰκείων δεδραπετευκότων ἐπελαμβάνοντο, τῶν τε γειναμένων ἀφέλκοντες ἐς τὰ οἰκεῖα ξὺν αὑτοῖς ἐκομίζοντο, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. [13] καὶ ἄλλα μέντοι Δακίας χωρία δόντος βασιλέως Ἔρουλοι ἔσχον ἀμφὶ πόλιν Σιγγιδόνον, οὗ δὴ ἵδρυνται νῦν, Ἰλλυριούς τε καὶ τὰ ἐπὶ Θρᾴκης χωρία καταθέοντες καὶ ληϊζόμενοι ἐκ τοῦ ἐπὶ πλεῖστον. τινὲς δὲ αὐτῶν καὶ Ῥωμαίων στρατιῶται γεγένηνται ἐν τοῖς [p. 442] φοιδεράτοις καλουμένοις ταττόμενοι. [14] ἡνίκα οὖν Ἐρούλων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληΐζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπαλλάσσονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: