previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔπειτα δὲ Τουτίλας Καισῆνάν τε καὶ Πέτραν τὰ φρούρια εἷλεν. ὀλίγον τε ὕστερον ἐς Τουσκίαν ἀφίκετο, καὶ τῶν ἐνταῦθα χωρίων ἀποπειρασάμενος, ἐπεί οἱ προσχωρεῖν οὐδεὶς ἤθελε, Τίβεριν ποταμὸν διαβάς, ἐς μὲν τὰ Ῥώμης ὅρια οὐδαμῆ ἦλθεν, ἐς Καμπανοὺς δὲ καὶ Σαμνίτας αὐτίκα ἥκων Βενεβεντὸν πόλιν ἐχυρὰν παρεστήσατο οὐδενὶ πόνῳ, καὶ αὐτῆς τὰ τείχη ἐς ἔδαφος καθεῖλεν, ὅπως μὴ στράτευμα ἐκ Βυζαντίου ἧκον ἔκ τε ὀχυροῦ ὁρμώμενον πράγματα Γότθοις παρέχειν δύνηται. [2] μετὰ δὲ Νεαπολίτας πολιορκεῖν [p. 198] ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους ἔχων. [3] καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε. [4] καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ̓ αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους ἅπαντας ἔσχε. Καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα λόγου πολλοῦ ἄξια ἔπρασσε. [5] Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας γεγονὼς κύριος. [6] διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συντάξεις χρήματα μεγάλα βασιλεὺς ὤφειλε. [7] καὶ ἀπ̓ αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν τε ταῖς [p. 200] πόλεσιν ἄσμενοι ἔμενον. [8] Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντιαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ̓ ἀρχὰς ἔτυχε. [9] Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ̓ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται. [10] καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανός, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς: ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι. [11] Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν: ἔνθα δὴ τὸν καιρὸν κατατρίβων ἐκάθητο οὐδενὶ λόγῳ. [12] ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ̓ αὐτοῦ δειλός τε καὶ μελλητὴς ἐς τὰ μάλιστα. [13] Μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων. [14] καταπλεύσας οὖν Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν [p. 202] μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὤν, ἐπεί οἱ στράτευμα βραχύ τε καὶ οὐκ ἀξιόλογον εἵπετο, [15] ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν ταῖς ναυσὶν εἶναι. [16] καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ Σικελίας ἐπύθοντο. [17] καὶ εἰ μὲν κατ̓ ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι Δημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι, οὐδενός οἱ ἀντιστατοῦντος. [18] νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγείρειν ἐν σπουδῇ ἐποιεῖτο. [19] οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ̓ αὐτῶν ἔχοντες, ἕπεσθαι Δημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο. [20] Ἦν δέ τις Δημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ̓ αὐτοῦ ἐπίτροπον βασιλεὺς αὐτὸν Νεαπόλεως κατεστήσατο. [21] ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς [p. 204] τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρόγλωσσος ἐν τούτῳ τῷ πόνῳ ἀνὴρ ὤφθη. [22] Προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς ἐτόλμησε παρὰ τὸν στρατηγὸν Δημήτριον ἰέναι μόνος. [23] ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ Δημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε. [24] Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέπληξέ τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε. [25] καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ̓ ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ Δημήτριος στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν, [26] οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ Δημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μέν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην Δημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: