previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὕστερον δὲ καὶ Μαξιμῖνος πάσαις ταῖς ναυσὶ Σικελίᾳ προσέσχεν, ἔς τε τὰς Συρακούσας [p. 206] ἀφικόμενος ἡσυχῆ ἔμενε, κατορρωδῶν τὰ πολέμια. [2] δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες σπουδῇ πολλῇ ἐς αὐτὸν ἔπεμπον, βοηθεῖν κατὰ τάχος δεόμενοι οἵ τε ἄλλοι καὶ Κόνων ἐκ Νεαπόλεως ἰσχυρότατα πρὸς τῶν βαρβάρων πολιορκούμενος: ἤδη γὰρ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει. [3] δὲ τὸν καιρὸν ἅπαντα ἐν ταύτῃ δὴ κατατρίψας τῇ ὀρρωδίᾳ, ἐπειδὴ τάς τε βασιλέως ἀπειλὰς ἔδεισε καὶ κακιζόμενος πρὸς τῶν ἄλλων ἀπεῖπεν, αὐτὸς μὲν οὐδέν τι ἧσσον αὐτοῦ ἔμεινε, τὸν δὲ στρατὸν ἅπαντα ξύν τε Ἡρωδιανῷ καὶ Δημητρίῳ καὶ Φάζᾳ ἐς Νεάπολιν ἔπεμψε, σφοδρότατα ἐγκειμένης ἤδη τῆς τοῦ χειμῶνος ὥρας. [4] Ἐπεὶ δὲ Νεαπόλεως Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων. [5] καὶ μὲν ζόφος ἅπαντα ἐνεδίδου, δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν οὗ δὴ ἐστρατοπεδεύοντο οἱ πολέμιοι. [6] ἐπιβαίνοντες οὖν κατ̓ ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ Δημήτριον τὸν στρατηγόν. [7] Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, [p. 208] ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε. [8] Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν Δημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν. [9] ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ̓ ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. Δημήτριος μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν. [10] οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος Δημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως. [11] Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε: ‘Οὐδεμίαν αἰτίαν μέμψιν ἐς ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν τήνδε κατέστημεν, ἀλλ̓ ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλάξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιννύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε. [12] μόνους γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι [p. 210] καὶ ἀκουσίους μάλιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν. [13] ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκασμένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκός, αἰσχυνόμεθα, καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσεδρείαν ποιούμενοι. [14] μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δἰ ὀργῆς ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς αὐτοὺς διαπράσσεσθαι χάριν. [15] τῶν δὲ πολεμίων ὡς ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε: τὰ γὰρ τοῦ βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ χρόνῳ αὖθις καταρρεῖν εἴωθεν. [16] οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας: καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι οὐδὲν κωλύσει.’ [17] Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ ἐπίεζε. [18] πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες [p. 212] τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν. [19] Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ̓ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι. [20] ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν ῾λίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίἀ ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: