previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ [p. 302] ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν: [2] πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον: Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία. [3] οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκός, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι. [4] καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ̓ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι. [5] Ταῦτα βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε: πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος Δρυοῦντι προσέσχον. [6] οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος [p. 304] διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμόν, ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν. [7] δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ ἔχειν. [8] Ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων δυνατὰ εἴη. [9] ἔν τε τῷ Τιβέριδι ἐπενόει τάδε. χῶρον κατανοήσας μάλιστα ποταμὸς ἐν στενῷ κάτεισιν, ὅσον ἀπὸ σταδίων τῆς πόλεως ἐνενήκοντα, δοκοὺς ἐσάγαν μακρὰς ἐκ τῆς ἑτέρας ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένας ἐνταῦθα ἐς γεφύρας κατέθετο σχῆμα. [10] πύργους τε δύο ξυλίνους παῤ ἑκατέραν ὄχθην τεκτηνάμενος φυλακτήριον κατεστήσατο μαχίμων ἀνδρῶν, ὡς μηκέτι ἀκάτοις τισὶν πλοίοις ἄλλοις ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη. [11] Ἐν τούτῳ δὲ Βελισάριος μὲν ἐς τὸν τῶν Ῥωμαίων λιμένα κατῆρε, καὶ τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἔμενεν. Ἰωάννης δὲ ἐς Καλαβρίαν διαπορθμεύεται, Γότθων ἥκιστα αἰσθομένων, οἲ δὴ ἀμφὶ τὸ Βρεντέσιον, ὥσπερ ἐρρήθη, διατριβὴν εἶχον. [12] δύο τε τῶν πολεμίων λαβὼν ἐπὶ κατασκοπῇ [p. 306] ὁδῷ ἰόντας τὸν μὲν ἕνα εὐθὺς ἔκτεινεν, ἅτερος δὲ αὐτοῦ τῶν γονάτων λαβόμενος ζωγρεῖσθαι ἠξίου. [13]Οὐ γὰρ ἀχρεῖός σοι,’ ἔφη, ‘καὶ τῷ Ῥωμαίων στρατῷ ἔσομαι.’ ἐρομένου δὲ αὐτὸν Ἰωάννου, τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει, Γότθοις ἄνθρωπος ὡς ἥκιστα προσδεχομένοις ἐπιστήσειν αὐτὸν ὑπέσχετο. [14] καὶ ὃς ἀτυχήσειν μὲν αὐτὸν τῆς δεήσεως οὐδαμῆ ἔφασκε, χρῆναι δέ οἱ πρῶτα τὰς τῶν ἵππων νομὰς ἐνδεικνύναι. ἐπεὶ οὖν ὡμολόγει καὶ ταῦτα βάρβαρος σὺν αὐτῷ ᾔει. [15] καὶ πρῶτα μὲν τῶν πολεμίων τοὺς ἵππους νεμομένους καταλαβόντες ἀναθρώκουσιν ἐς αὐτοὺς ἅπαντες, ὅσοι πεζοὶ ὄντες ἐτύγχανον: οἳ δὴ πολλοί τε καὶ ἄριστοι ἦσαν. ἔπειτα δὲ χωροῦσι δρόμῳ ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον. [16] οἱ δὲ βάρβαροι ἄνοπλοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες αὐτοῦ μὲν οἱ πολλοὶ διεφθάρησαν, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι, ὀλίγοι δέ τινες διαφυγόντες παρὰ Τουτίλαν ἐκομίσθησαν. [17] Ἰωάννης δὲ Καλαβροὺς ἅπαντας παρηγορῶν τε καὶ τιθασσεύων ἐς εὔνοιαν τοῦ βασιλέως ἐπηγάγετο, πολλὰ σφίσιν ὑποσχόμενος πρός τε βασιλέως καὶ τοῦ Ῥωμαίων στρατοῦ ἀγαθὰ ἔσεσθαι. [18] ἄρας τε ὡς εἶχε τάχους ἐκ τοῦ Βρεντεσίου, πόλιν καταλαμβάνει Κανούσιον ὄνομα, κεῖται μὲν ἐν Ἀπουλίοις που μέσοις, πέντε δὲ ἡμερῶν ὁδῷ Βρεντεσίου διέχει ἐς τὰ πρὸς ἑσπέραν τε καὶ Ῥώμην ἰόντι. [19] τούτου [p. 308] Κανουσίου πέντε καὶ εἴκοσι σταδίους ἀπέχουσι Κάνναι, ἵνα δὴ λέγουσι Λιβύων στρατηγοῦντος ἐν τοῖς ἄνω χρόνοις Ἀννίβαλος τὸ μέγα πάθος ξυμβῆναι Ῥωμαίοις. [20] Ἐνταῦθα Τουλλιανός τις, Βεναντίου παῖς, ἀνὴρ Ῥωμαῖος, δύναμιν πολλὴν ἔν τε Βριττίοις καὶ Λευκανοῖς ἔχων, Ἰωάννῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο μὲν τὸν βασιλέως στρατὸν τῶν πρόσθεν ἐς Ἰταλιώτας αὐτοῖς εἰργασμένων, ὡμολόγει δέ, ἤν τινι τὸ λοιπὸν ἐπιεικείᾳ ἐς αὐτοὺς χρήσωνται, Βριττίους τε καὶ Λευκανοὺς ἐγχειριεῖν σφίσι, κατηκόους βασιλεῖ αὖθις ἐς φόρου ἀπαγωγὴν ἐσομένους οὐδέν τι ἧσσον πρότερον ἦσαν. [21] οὐδὲ γὰρ ἑκόντας αὐτοὺς προσκεχωρηκέναι βαρβάροις τε καὶ Ἀρειανοῖς οὖσιν, ἀλλ̓ ὡς μάλιστα πρὸς μὲν τῶν ἐναντίων βιαζομένους, πρὸς δὲ τῶν βασιλέως στρατιωτῶν ἀδικουμένους. [22] Ἰωάννου δὲ πάντα ἰσχυριζομένου πρὸς αὐτῶν τὸ λοιπὸν Ἰταλιώταις τἀγαθὰ ἔσεσθαι, ξὺν αὐτῷ Τουλλιανὸς ᾔει. [23] καὶ ἀπ̓ αὐτοῦ ὑποψίᾳ οἱ στρατιῶται οὐδεμιᾷ ἐς Ἰταλιώτας ἔτι εἴχοντο, ἀλλὰ τὰ πλεῖστα τῶν ἐντὸς κόλπου τοῦ Ἰονίου φίλιά τε αὐτοῖς καὶ βασιλεῖ ἐγεγόνει κατήκοα. [24] Ἐπεὶ δὲ ταῦτα Τουτίλας ἤκουσε, Γότθων τριακοσίους ἀπολεξάμενος ἐς Καπύην πέμπει. οἷς δὴ ἐπέστελλεν, ἐπειδὰν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἐνθένδε ἴδοιεν ἐς Ῥώμην ἰόντας, ἕπεσθαι σφίσιν αἴσθησιν αὐτοῖς οὐδεμίαν παρεχομένους: [25] αὐτῷ γὰρ τὰ ἄλλα μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων [p. 310] τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει. [26] Ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ̓ ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί τε ὦσι. [27] τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου οὐδεμιᾶς ἀλκῆς αὐτοὺς μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε. [28] καὶ οἱ μὲν ἐς τὸ ὄρος ταύτῃ ἀνέχει, δύσβατόν τε ὂν καὶ ἄλλως κρημνῶδες, κατέφυγον, Ἰωάννης δὲ διώξας τε καὶ ξὺν τοῖς πολεμίοις ἐν τῷ ἀνάντει γενόμενος, οὔπω τε σφᾶς αὐτοὺς ἐν ταῖς δυσχωρίαις κρατυναμένοις ἐς χεῖρας ἐλθών, πλείστους μὲν τῶν τε Μαυρουσίων καὶ Ῥωμαίων στρατιωτῶν ἔκτεινεν, ἰσχυρότατα ἀμυνομένους, Ῥεκιμοῦνδον δὲ καὶ Γότθους ξὺν τοῖς λοιποῖς ἅπασιν ὁμολογίᾳ εἷλεν. [29] Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι [p. 312] τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: