previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βασιλεὺς δε Ίουστινιανὸς πεζοὺς στρατιώτας οὐχ ἦσσον δισχιλίους ἐς Σικελίαν ναυσὶν ἔπεμψε καὶ Βαλεριανὸν οὐδεμιᾷ μελλήσει παρὰ Βελισάριον ἐκέλευεν ἰέναι. [2] καὶ ὃς διαπορθμευσάμενος ὲς τὸν Δρυοῦντα κατέπλευσεν, οὗ δὴ καὶ Βελισάριον ξὺν τῇ γυναικὶ εὗρεν. [3] ὑπὸ τοῦτον τὸν χρόνον Ἀντωνίνα μὲν Βελισαρίου γυνη ἐς Βυζαντιον στέλλεται, τῆς βασιλίδος δεησομένη μείζονι παρασκευῇ τὸν πόλεμον ἐξαρτύεσθαι. [4] δὲ βασιλὶς Θεοδώρα νοσήσασα ἐξ ἀνθρώπων ἠφάνιστο, ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι τῇ βασιλείᾳ ἐπιβιοῦσα καὶ μῆνας τρεῖς. [5] Ἐν τούτῳ δὲ οἱ ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ πολιορκούμενοι πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς λόγους τοῖς πολεμίοις ξυνίασιν, ὡμολόγησάν τε μεσούσης μάλιστα τῆς τοῦ θέρους ὥρας τὸ φρούριον ἐνδώσειν, ἢν μή τις ἐπιγένηται μεταξὺ βοήθεια σφίσιν, ἐφ̓ μέντοι ἀπαθεῖς κακῶν ἅπαντες μείνωσιν. [6] ἦσαν δὲ Ἰταλῶν μὲν ἐν τῷ φρουρίῳ τούτῳ πολλοί τε καὶ λόγιμοι, καὶ Δεοφέρων Τουλλιανοῦ ἀδελφός, τοῦ δὲ Ῥωμαίων στρατοῦ ἱππεῖς μὲν Ἰλλυριοὶ τριακόσιοι, οὕσπερ Ἰωάννης ἐνταῦθα καταστησάμενος ἔτυχε, Χαλαζάρ τε αὐτοῖς τὸν δορυφόρον ἐπιστήσας, Μασσαγέτην γένος, διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ Γουδίλαν Θρᾷκα, καὶ πεζοὶ ἑκατὸν πρὸς [p. 408] Βελισαρίου ἐπὶ τῇ φυλακῇ τοῦ φρουρίου σταλέντες. [7] Τότε καὶ ὅσοι στρατιῶται πρὸς Βελισαρίου ἐπὶ τῇ Ῥώμης φρουρᾷ ἐτετάχατο τὸν σφῶν ἄρχοντα Κόνωνα κτείνουσιν, ἐμπορίαν αὐτῷ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπὶ πονηρῷ τῷ σφετέρῳ ἐπενεγκόντες. [8] πρέσβεις τε τῶν ἱερέων τινὰς πέμπουσιν, ἀπισχυριζόμενοι ὡς, ἢν μὴ βασιλεὺς τούτου δὴ τοῦ ἐγκλήματος ἀμνηστίαν σφίσι διδοίη χρόνου τε ῥητοῦ τὰς συντάξεις ἐκτίσοι ὅσας δὴ αὐτοῖς τὸ δημόσιον ὤφειλε, Τουτίλᾳ τε καὶ Γότθοις οὐδὲν μελλήσαντες προσχωρήσουσι. βασιλεύς τε αὐτοῖς τὴν δέησιν ἐπιτελῆ ἐποίει. [9] Βελισάριος δὲ τὸν Ἰωάννην ἐς τὸν Δρυοῦντα μεταπεμψάμενος ξύν τε αὐτῷ καὶ Βαλεριανῷ καὶ ἄλλοις ἄρχουσι στόλον πολὺν ἀγείρας εὐθὺ Ῥουσκιανῆς κατὰ τάχος ἔπλει, τοῖς πολιορκουμένοις ἐπαμύνειν ἐν σπουδῇ ἔχων. [10] οἵ τε ἐν τῷ φρουρίῳ τὸν στόλον τοῦτον ἅτε ἀφ̓ ὑψηλοῦ κατιδόντες εὐέλπιδές τε γενόμενοι οὐκέτι τοῖς πολεμίοις προσχωρεῖν ἔγνωσαν, καίπερ ἐνισταμένης ἤδη τῆς σφίσι ξυγκειμένης ἡμέρας. [11] καὶ τὰ μὲν πρῶτα χειμῶνος ἐξαισίου ἐπιπεσόντος, ἄλλως τε καὶ τῆς ἐκείνῃ ἀκτῆς ἀλιμένου παντάπασιν οὔσης, ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι: [12] ταύτῃ τε χρόνου μῆκος σφίσι τριβῆναι ξυνέβη. αὖθίς τε ἀγηγερμένοι ἐν τῷ Κροτωνιατῶν λιμένι ἐπὶ Ῥουσκιανὴν ἀνήγοντο. οὕσπερ ἐπεὶ οἱ βάρβαροι εἶδον, ἐπὶ τοὺς ἵππους ἀναθορόντες ἀμφὶ τὴν ἠϊόνα ἐγένοντο [p. 410] τὴν ἀπόβασιν τοῖς πολεμίοις ἀναστέλλειν διανοούμενοι. [13] Τουτίλας τε αὐτοὺς ἐπὶ πλεῖστον τῆς ἀκτῆς ἀντιμετώπους ἔστησε ταῖς τῶν νηῶν πρῴραις. τοὺς μὲν δόρατα ἔχοντας, τοὺς δὲ τὰ τόξα ἐντειναμένους. [14] ὅπερ ἐπεὶ Ῥωμαῖοι εἶδον, κατωρρώδησάν τε καὶ ἄγχιστα οὐδαμῆ ἐτόλμων ἰέναι, ἀλλὰ χρόνον μέν τινα τὰς ναῦς ἑκαστάτω ἀνακωχεύσαντες ἡσυχῆ ἔμενον, ὕστερον δὲ ἀπογνόντες τὴν ἀπόβασιν πρύμναν τε πάντες ἐκρούοντο καὶ ἀναχθέντες τῷ Κροτωνιατῶν αὖθις λιμένι προσέσχον. [15] Οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα. [16] οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι ἐλπίδα εἶχον. [17] Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει: Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ ξυμμῖξαι. [18] ἀλλὰ Τουτίλας διαλῦσαι τὴν προσεδρείαν οὐδ̓ ὣς ἤθελεν, ἀλλ̓ αὐτὸς μὲν ἐνταῦθα καθῆστο, δισχιλίους δὲ ἱππεῖς τοῦ στρατοπέδου ἀπολεξάμενος ἐς Πικηνοὺς στέλλει, ἐφ̓ [p. 412] τοῖς ἐνταῦθα βαρβάροις ξυμμίξαντες τοὺς ἀμφί τε Ἰωάννην καὶ Βαλεριανὸν ἀποκρούσονται. [19] Οἱ δὲ πολιορκούμενοι ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ, ἐπεὶ σφᾶς τά τε ἀναγκαῖα ἤδη παντάπασιν ἐπελελοίπει καὶ οὐδεμίαν ἔτι ἀπὸ Ῥωμαίων ἐπικουρίας ἐλπίδα εἶχον, Γουδίλαν τε τὸν δορυφόρον καὶ Δεοφέροντα τὸν Ἰταλιώτην παρὰ Τουτίλαν πέμψαντες ἐπρεσβεύοντο ἀμφὶ τῇ σωτηρίᾳ, δεόμενοι σφίσιν αὐτοῖς τῶν πεπραγμένων ξυγγνώμονα εἶναι. [20] δὲ Τουτίλας ἐς ἄλλον οὐδένα ὅτι μὴ ἐς τὸν Χαλαζὰρ ἐπιτελέσειν τὴν κόλασιν ἐπηγγέλλετο ἅτε τὰ πρόσθεν ξυγκείμενα ἠλογηκότα, τοῖς δὲ ἄλλοις τὸ ἔγκλημα ἐπιχωρεῖν πᾶσιν. [21] οὕτω τοίνυν αὐτὸς τὸ φρούριον ἐδέξατο. καὶ τὸν μὲν Χαλαζὰρ ἄμφω τε τὼ χεῖρε ἀποτεμὼν καὶ τὰ αἰδοῖα εὐθὺς ἔκτεινε, τῶν δὲ στρατιωτῶν τοὺς μὲν βουλομένους μένειν ἐκέλευε τὰ σφέτερα αὐτῶν ἔχοντας, ἐφ̓ τὸ λοιπὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις ξυντάξονται: ὅπερ κἀν τοῖς ἄλλοις ὀχυρώμασι τοῖς ἁλισκομένοις πράσσειν εἰώθει: [22] οἷς δὲ τὸ μένειν ἐν ἡδονῇ ὡς ἥκιστα ἦν, τούτους δὴ γυμνοὺς ὅπη βούλοιντο ἐκέλευεν ἀπαλλάσσεσθαι, τοῦ μή τινά οἱ τῶν ἁπάντων ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι. [23] ὀγδοήκοντα μὲν οὖν τοῦ Ῥωμαίων στρατοῦ τῶν χρημάτων ἀπολελειμμένων ἐς τὸν Κρότωνα ἦλθον, οἱ δὲ ἄλλοι ξὺν τοῖς χρήμασιν αὐτοῦ ἔμειναν. [24] τῶν μέντοι Ἰταλῶν τὰ μὲν χρήματα πάντα ἀφείλετο, τὰ δέ γε σώματα κακῶν παντάπασιν ἀπαθῆ εἴασεν. [p. 414] [25] Ἀντωνίνα δὲ τοῦ Βελισαρίου γυνὴ τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἀφικομένη ἐδέετο βασιλέως μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν. ῥᾷστά τε διεπράξατο τοῦτο. ἤδη γὰρ καὶ Μηδικὸς πόλεμος ἐπικείμενος ἰσχυρότατα βασιλέα Ἰουστινιανὸν ἐς τοῦτο ἐνῆγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: