previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο γαμετὴν δοῦναι. [2] δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε, μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν αὖθις. [3] διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι ταχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε: τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο. [4] ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων. [5] ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα [p. 14] τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε. [6] Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ̓ δὴ αὐτῷ ξυμμαχήσουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. [7] βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται. [8] Ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι. [9] ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, Βελισαρίου δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων. [10] καὶ μὲν Γότθων στρατός, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. [11] πρέσβεις δὲ πέμψας παρὰ Διογένην Τουτίλας αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ̓ αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα δὴ μάλα. [12] ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι: [13] ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ [p. 16] τῆς Ῥώμης ξυμβάντα. [14] αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι. [15] Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο. [16] πόλιν δέ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι βουλομένοις, τανῦν πάρεστιν: [17] ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ̓ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι. [18] ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν. [19] Ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμόν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο. [20] ἦρχον δὲ τοῦ ἐνταῦθα [p. 18] φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος ἔτυχεν. [21] οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ ἔσχον. [22] ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες ἡσύχαζον. [23] Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ: καὶ Γότθοι δὲ οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον. [24] Ταῦταἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι. ἐπεί τε περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο: δεξιὰ γάρ τις ἀμφὶ Γερμανῷ δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν. [25] εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ πολλῷ ἔτι μᾶλλον ἀντεῖχον. [26] ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον καταστήσασθαι ἀντὶ [p. 20] Γερμανοῦ ἔγνω. [27] καὶ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει ἐπίδοξος ἦν. ἀλλ̓ ἐπεὶ βασιλεῖ μετέμελεν αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε. [28] τότε δὴ Βῆρος ξὺν ἀνδράσιν οὓς ἀγείρας μαχιμωτάτους ἀμφ̓ αὑτὸν ἔτυχε Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: