previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. τὸν δ᾽ οὖν Χαρώνδαν φασὶ παραδοξότατον νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων. ὁρῶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλῆθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαινομένους μὲν τὰς προϋπαρχούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξηλλαγμένον νομοθετῆσαι. [2] προσέταξε γὰρ τὸν βουλόμενον διορθῶσαί τινα νόμον, ὅταν ποιῆται τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχρι ἂν ὅτου τὴν κρίσιν δῆμος περὶ τοῦ διορθουμένου νόμου ποιήσηται, κἂν μὲν ἐκκλησία προσδέξηται τὸν ὕστερον γραφόμενον, ἀπολύεσθαι τὸν εἰσηγησάμενον, ἐὰν δὲ ἄκυρον ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκειν ὑπὸ τοῦ βρόχου σφιγγόμενον. [3] τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὔσης, καὶ τοῦ φόβου τοὺς νεωτέρους νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προΐεσθαι: ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοῖς Θουρίοις τρεῖς οἱ πάντες ἱστοροῦνται διορθωταὶ διὰ τό τινας ἀναγκαίας περιστάσεις ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι. [4] νόμου γὰρ ὄντος, ἐάν τίς τινος ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκεκόπτεσθαι τὸν ἐκείνου, ἑτερόφθαλμός τις ἐκκοπεὶς τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὅλης τῆς ὁράσεως τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα ἔλαττον ὑπέλαβε πρόστιμον ἐκτῖσαι: τυφλώσαντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον πράξας ὑπομένοι, μὴ τετευχέναι τῆς ἴσης συμφορᾶς: δίκαιον οὖν εἶναι τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἴσην ἀναδέχεσθαι τιμωρίαν. [5] διὸ καὶ περιαλγῆ γενόμενον τὸν ἑτερόφθαλμον ἀποτολμῆσαι λόγον ἐν ἐκκλησίᾳ διαθέσθαι περὶ τῆς ἰδίας συμφορᾶς, ἅμα μὲν τοῖς πολίταις ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ἅμα δὲ συμβουλεύοντα τοῖς πλήθεσι διορθώσασθαι τὸν νόμον: τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον καὶ ἐπιτυχόντα τῇ συμβουλίᾳ, ἀκυρῶσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιῶσαι δὲ τὸν διορθωθέντα, καὶ διαφυγεῖν τὸν τοῦ βρόχου θάνατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: