previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55.

κατὰ δὲ τὴν Ἑλλάδα Λέσβιοι μὲν ἀπέστησαν ἀπὸ τῶν Ἀθηναίων: ἐνεκάλουν γὰρ αὐτοῖς, ὅτι βουλομένων συνοικίζειν πάσας τὰς κατὰ τὴν Λέσβον πόλεις εἰς τὴν Μυτιληναίων πόλιν διεκώλυσαν. [2] διὸ καὶ πρὸς Λακεδαιμονίους ἀποστείλαντες πρεσβευτὰς καὶ συμμαχίαν συνθέμενοι συνεβούλευον τοῖς Σπαρτιάταις ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας: πρὸς ταύτην δὲ τὴν ἐπιβολὴν ἐπηγγείλαντο πολλὰς τριήρεις εἰς τὸν πόλεμον παρέξεσθαι. [3] ἀσμένως δὲ τῶν Λακεδαιμονίων ὑπακουσάντων καὶ περὶ τὴν κατασκευὴν τῶν τριήρων γινομένων, Ἀθηναῖοι φθάσαντες αὐτῶν τὴν παρασκευὴν παραχρῆμα δύναμιν ἐξέπεμψαν εἰς τὴν Λέσβον, πληρώσαντες ναῦς τετταράκοντα καὶ στρατηγὸν προχειρισάμενοι Κλεινιππίδην. οὗτος δὲ προσλαβόμενος βοήθειαν παρὰ τῶν συμμάχων κατέπλευσεν εἰς Μυτιλήνην. [4] γενομένης δὲ ναυμαχίας οἱ μὲν Μυτιληναῖοι λειφθέντες συνεκλείσθησαν εἰς πολιορκίαν, τῶν δὲ Λακεδαιμονίων ψηφισαμένων βοηθεῖν τοῖς Μυτιληναίοις καὶ παρασκευαζομένων στόλον ἀξιόλογον, ἔφθασαν Ἀθηναῖοι ναῦς ἄλλας σὺν ὁπλίταις χιλίοις ἀποστείλαντες εἰς Λέσβον. [5] τούτων δ᾽ ἡγούμενος Πάχης Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν. [6] Λακεδαιμόνιοι δὲ ἐξαπέστειλαν εἰς τὴν Μυτιλήνην τριήρεις μὲν τετταράκοντα πέντε καὶ στρατηγὸν Ἀλκίδαν, εἰς δὲ τὴν Ἀττικὴν εἰσέβαλον μετὰ τῶν συμμάχων: ἐπελθόντες δὲ καὶ τοὺς παραλελειμμένους τόπους τῆς Ἀττικῆς καὶ δῃώσαντες τὴν χώραν ἐπανῆλθον εἰς τὴν οἰκείαν. [7] Μυτιληναῖοι δὲ τῇ σιτοδείᾳ καὶ τῷ πολέμῳ πιεζόμενοι καὶ στασιάζοντες πρὸς ἀλλήλους, καθ᾽ ὁμολογίαν παρέδωκαν τὴν πόλιν τοῖς πολιορκοῦσιν. [8] ἐν δὲ ταῖς Ἀθήναις τοῦ δήμου βουλευομένου πῶς χρὴ προσενέγκασθαι τοῖς Μυτιληναίοις, Κλέων δημαγωγός, ὠμὸς ὢν τὸν τρόπον καὶ βίαιος, παρώξυνε τὸν δῆμον, ἀποφαινόμενος δεῖν τοὺς Μυτιληναίους αὐτοὺς μὲν ἡβηδὸν ἅπαντας ἀποκτεῖναι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι. [9] τέλος δὲ πεισθέντων τῶν Ἀθηναίων κατὰ τὴν γνώμην τε τοῦ Κλέωνος ψηφισαμένων, ἀπεστάλησαν εἰς τὴν Μυτιλήνην οἱ τὰ δοχθέντα τῷ δήμῳ δηλώσοντες τῷ στρατηγῷ. [10] τοῦ δὲ Πάχητος ἀναγνόντος τὸ ψήφισμα ἦλθεν ἐναντίον τῷ προτέρῳ ἕτερον. δὲ Πάχης γνοὺς τὴν μετάνοιαν τῶν Ἀθηναίων ἐχάρη, καὶ τοὺς Μυτιληναίους συναγαγὼν εἰς ἐκκλησίαν ἀπέλυσε τῶν ἐγκλημάτων, ἅμα δὲ καὶ τῶν μεγίστων φόβων. Ἀθηναῖοι δὲ τῆς Μυτιλήνης τὰ τείχη περιελόντες τὴν Λέσβον ὅλην πλὴν τῆς Μηθυμναίων χώρας κατεκληρούχησαν. μὲν οὖν Λεσβίων ἀπόστασις ἀπ᾽ Ἀθηναίων τοιοῦτον ἔσχε τὸ τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: