previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετ᾽ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο. τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ᾽ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ᾽ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα. [2] ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων: ἔπραξαν δ᾽ οὐθέν. [p. 79] συνελθοῦσα γὰρ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δ᾽ ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δ᾽ ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία. [3] ὡς δ᾽ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν: οἱ μὲν ἐπιεικέστατοι δἰ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ: ἐν οἷς ἦν καὶ Σίκκιος ἐκεῖνος κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐδ᾽ ἐκεῖνος, οὐδ᾽ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι. [4] καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον. οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν. καὶ δι᾽ ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις. [5] οἱ μὲν οὖν [p. 80] πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπ᾽ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις. οἱ δ᾽ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω. [6] τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράς τ᾽ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τ᾽ αὐτοὺς πολλάκις εἰς μάχην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: