previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπήκουσαν δὲ αὐτοῦ ταῖς εὐχαῖς οἱ θεοί, καὶ ὑπὸ Κελτῶν μετὰ μικρὸν πόλις ἑάλω ἄνευ τοῦ Καπιτωλίου. καταφυγόντων δὲ ἐν αὐτῷ τῶν περιφανεστέρωντὸ γὰρ ἄλλο πλῆθος ἐν ταῖς Ἰταλικαῖς φεῦγον διεσπάρη πόλεσικαὶ πολιορκουμένων ὑπὸ Κελτῶν, οἳ παρὰ τὴν Οὐιεντανῶν πόλιν καταφυγόντες Ῥωμαῖοι Καιδίκιόν τινα στρατοπεδάρχην ποιοῦσιν: δὲ Κάμιλλον ἀποδείκνυσι καὶ ταῦτ᾽ ἀπόντα ἡγεμόνα πολέμου καὶ εἰρήνης ἐξουσίαν ἔχοντα αὐτοκράτορα. [2] καὶ γενόμενος ἡγεμὼν τῆς πρεσβείας παρεκάλει Κάμιλλον διαλλαγῆναι πρὸς τὴν πατρίδα, τὰς συμφοράς, ἐν αἷς ἦν, ἐπιλογισάμενον, δι᾽ ἃς ὑπέμεινεν ἐπὶ τὸν ὑβρισθέντα ὑφ᾽ ἑαυτῆς καταφυγεῖν. [3] ὑποτυχὼν δὲ Κάμιλλος εἶπεν: οὐ δέομαι παρακλήσεως, Καιδίκιε: αὐτὸς γάρ, εἰ μὴ θᾶττον ὑμεῖς ἀφίκεσθε κοινωνεῖν με τῶν πραγμάτων ἀξιοῦντες, ἕτοιμος ἦν ταύτην ἄγων τὴν δύναμιν, ἣν παροῦσαν ὁρᾶτέ μοι, πρὸς ὑμᾶς ἥκειν. ὑμῖν δέ, θεοί τε καὶ δαίμονες, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύετε βίον, ὧν τε ἤδη τετιμήκατέ [p. 241] μοι πολλὴν οἶδα χάριν, καὶ περὶ τῶν μελλόντων εὔχομαι καλὴν καὶ εὐτυχῆ τῇ πατρίδι γενέσθαι τὴν ἐμὴν κάθοδον. [4] εἰ δὲ ἐνῆν ἀνθρώπῳ τὰ μέλλοντα συμβήσεσθαι προιδεῖν, οὐδέποτ᾽ ἂν εὐξάμην ἐς τοιαύτας ἐλθοῦσαν τυχὰς τὴν πατρίδα δεηθῆναί μου: μυριάκις δ᾽ ἂν εἱλόμην ἄζηλον γενέσθαι μοι καὶ ἄτιμον τὸν μετὰ ταῦτα βίον βαρβάρων ἀνθρώπων ὠμότητι γενομένην τὴν Ῥώμην ὑποχείριον ἐπιδεῖν καὶ ἐν ἐμοὶ [5] μόνῳ τὰς λοιπὰς ἐλπίδας τῆς σωτηρίας ἔχουσαν. ταῦτ εἰπὼν καὶ τὰς δυνάμεις παραλαβὼν ἄφνω τε τοῖς Κελτοῖς ἐπιφανεὶς εἰς φυγὴν αὐτοὺς τρέπει καὶ ἐμπεσὼν ἀσυντάκτοις τε καὶ τεταραγμένοις δίκην προβάτων κατέσφαξεν. Ambr.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: