previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ αἰτία τῆς εἰς Ἰταλίαν τῶν Κελτῶν ἀφίξεως τοιάδε ἦν. Λοκόμων τις Τυρρηνῶν ἡγεμὼν μέλλων τελευτᾶν τὸν βίον ἀνδρὶ πιστῷ Ἄρροντι ὄνομα παρακατέθετο τὸν υἱὸν ἐπιτροπεύειν: τελευτήσαντος δὲ τοῦ Τυρρηνοῦ παραλαβὼν τὴν ἐπιμέλειαν τοῦ παιδίου Ἄρρων ἐπιμελὴς καὶ δίκαιος γέγονε τῆς πίστεως φύλαξ, καὶ εἰς ἄνδρας ἐλθόντι πᾶσαν ἀπέδειξε τῷ παιδὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ πατρὸς οὐσίαν. ἀνθ᾽ ὧν οὐχ ὁμοίας ἐκομίσατο παρὰ τοῦ μειρακίου χάριτας. [2] οὔσης γὰρ αὐτῷ γυναικὸς εὐμόρφου καὶ νέας, ἧς περὶ πλείστου τὴν κοινωνίαν ἐποιεῖτο, σώφρονος τὸν ἄλλον χρόνον ἅπαντα γενομένης ἐρασθεὶς νεανίσκος ἅμα τῷ σώματι καὶ τὴν διάνοιαν τῆς ἀνθρώπου διέφθειρεν, καὶ οὐκέτι κρύβδα, ἀλλ᾽ ἀναφανδὸν ἐζήτει αὐτῇ διαλέγεσθαι. ἀχθόμενος δὴ Ἄρρων τῷ ἀποσπασμῷ τῆς γυναικὸς καὶ ἐφ᾽ οἷς ὑβρίζετο πρὸς ἀμφοτέρων δυσανασχετῶν, τιμωρίαν δὲ οὐ δυνάμενος παρ᾽ αὐτῶν λαβεῖν, ἀποδημίαν ἐστείλατο πρόφασιν αὐτῆς ποιησάμενος ἐμπορίαν. [3] ἀσμένως δὲ τοῦ νεανίσκου τὴν ἀπαλλαγὴν αὐτοῦ δεξαμένου καὶ παρασχόντος ὅσων εἰς τὴν ἐμπορίαν ἐδεῖτο, πολλοὺς μὲν ἀσκοὺς οἴνου τε καὶ ἐλαίου ταῖς ἁμάξαις ἐπιθέμενος, πολλοὺς δὲ φορμοὺς σύκων ἦγεν εἰς τὴν Κελτικήν. Ambr. [p. 245]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: