previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλ᾽ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον. [2] ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν: διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε [p. 308] πρώτη τὸν σωθέντα ἀδελφὸν ποθοῦσα καὶ τὰς ἀρετὰς τῶν τεθνηκότων παρ᾽ αὐτοῦ μαθεῖν βουλομένη τῶν εὐσχημόνων ὑπερίδοι γυναικεῖόν τι πάσχουσα. [3] δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλ᾽ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ δὲ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλ᾽ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ. [4] ἔξω δὲ γενομένη τῆς πόλεως ὡς τὸν ἀδελφὸν εἶδε περιχαρῆ: τοὺς ἐπινικίους ἐπικείμενον στεφάνους, οἷς αὐτὸν βασιλεὺς ἀνέδησε, καὶ τοὺς ἑταίρους αὐτοῦ φέροντας τὰ τῶν πεφονευμένων σκῦλα, ἐν οἷς ἦν πέπλος ποικίλος, ὃν αὐτὴ μετὰ τῆς μητρὸς ἐξυφήνασα τῷ μνηστῆρι δῶρον εἰς τὸν μέλλοντα γάμον ἀπεστάλκει ῾ποικίλους γὰρ ἔθος ἐστὶν ἀμφιέννυσθαι. πέπλους Λατίνων τοῖς μετιοῦσι τὰς νύμφασ᾽, τοῦτον δὴ τὸν πέπλον θεασαμένη πεφυρμένον αἵματι τόν τε χιτῶνα κατερρήξατο καὶ ταῖς χερσὶν ἀμφοτέραις παίουσα τὸ στῆθος ἐθρήνει καὶ ἀνεκαλεῖτο τὸν ἀνεψιόν, ὥστε πολλὴν κατάπληξιν εἰσελθεῖν ἅπαντας ὅσοι κατὰ τὸν αὐτὸν ἦσαν τόπον. [5] ἀνακλαυσαμένη δὲ τὸν μόρον τοῦ μνηστῆρος ἀτενέσι τοῖς ὀφθαλμοῖς εἰς τὸν ἀδελφὸν ὁρᾷ καὶ λέγει: μιαρώτατε ἄνθρωπε, χαίρεις ἀποκτείνας τοὺς ἀνεψιοὺς κἀμὲ [p. 309] τὴν παναθλίαν ἀδελφὴν ἀποστερήσας γάμου, δύστηνες3 ἀλλ᾽ οὐδ᾽ ἔλεος εἰσέρχεταί σε τῶν ἀπολωλότων συγγενῶν, οὓς ἀδελφοὺς ἐκάλεις, ἀλλ᾽ ὥσπερ ἀγαθόν τι διαπεπραγμένος ἐξέστηκας τῶν φρενῶν ὑπὸ τῆς ἡδονῆς καὶ στεφάνους ἐπὶ τοῖς τοιούτοις ἐπίκεισαι κακοῖς τίνος ἔχων ψυχὴν θηρίου; [6] κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι: ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτ᾽ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλ᾽ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδ᾽ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλ᾽ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων. ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς [p. 310] [7] καταίσχυνε. ταῦτ᾽ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλ᾽ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα. οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφ᾽ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν: [8] ὅς γε οὔτε εἰς τὴν οἰκίαν εἴασεν εἰσενεχθῆναι τὸν νεκρὸν τῆς θυγατρὸς οὔτ᾽ ἐν τοῖς πατρῴοις τεθῆναι μνήμασιν ἐπέτρεψεν οὔτε κηδείας καὶ περιστολῆς καὶ τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλ᾽ οἱ παριόντες αὐτὴν ἐρριμμένην ἐν διεχρήσθη χωρίῳ λίθους ἐπιφοροῦντες καὶ γῆν ἐκήδευσαν ὡς πτῶμα ἔρημον κηδομένων. [9] ταῦτά τε δὴ στερρὰ τοῦ ἀνδρὸς καὶ ἔτι πρὸς τούτοις, μέλλω λέγειν: ὡς γὰρ ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις αὐθημερὸν ἔθυε τοῖς πατρῴοις θεοῖς ἃς εὔξατο θυσίας καὶ τοὺς συγγενεῖς ἑστιάσει λαμπρᾷ τε καὶ καθάπερ ἐν ταῖς μεγίσταις ἑορταῖς ὑπεδέχετο ἐλάττους ἡγούμενος τὰς ἰδίας συμφορὰς τῶν κοινῶν τῆς πατρίδος ἀγαθῶν. [10] τοῦτο δ᾽ οὐ μόνον Ὁράτιος, ἀλλὰ καὶ μετ᾽ ἐκεῖνον ἄλλοι συχνοὶ Ῥωμαίων μνημονεύονται ποιήσαντες ἄνδρες ἐπιφανεῖς: λέγω δὲ τὸ θύειν καὶ στεφανηφορεῖν καὶ [p. 311] θριάμβους κατάγειν τέκνων αὐτοῖς ἀπολωλότων ἔναγχος, ὅταν εὐτυχήσῃ δι᾽ αὐτοὺς τὸ κοινόν: ὑπὲρ ὧν κατὰ τοὺς οἰκείους ἐρῶ καιρούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: