previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ ταῦτ᾽ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ: οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην. δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται. [2] οὐκ ἔχων δ᾽ Μέττιος τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν δι᾽ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους. ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη. [3] περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν Τύλλος εἶπεν: οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδ᾽ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες [p. 336] ἀπολεῖσθε ὑπὸ τούτων: δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν Ῥώμην κατοικεῖν μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα. [4] οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπ᾽ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως. [5] ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδ᾽ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. [6] ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δ᾽ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς: ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπ᾽ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος [p. 337] ὑφ᾽ ἑκατέρας ἐπὶ τἀναντία δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ. [7] Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δ᾽ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν αὐτοῦ δικαστήρια βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: