previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλ᾽ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δ᾽ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος: [2] ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δ᾽ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπ᾽ οἴκου. [3] Ταρκύνιος δ᾽ ἐπειδὴ [p. 380] τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός. [4] ἑάλω δ᾽ οὖν πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις: τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: