previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτοις τοῖς ἀνδράσιν ἀφικομένοις εἰς τὴν οἰκίαν τοῦ τερατοσκόπου περιτυγχάνει τι μειράκιον ἐξιόν, φράσαντες, ὅτι Ῥωμαίων εἰσὶ πρέσβεις τῷ μάντει βουλόμενοι συντυχεῖν, παρεκάλουν ἀπαγγεῖλαι πρὸς αὐτόν. καὶ νεανίας, Πατὴρ ἐμός ἐστιν, ἔφησεν, χρῄζετε συντυχεῖν: ἀσχολεῖται δὲ κατὰ τὸ παρόν: ἔσται δ᾽ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν. [2] ἐν δ᾽ ἐκεῖνον ἐκδέχεσθε, πρὸς ἐμὲ δηλώσατε, περὶ τίνος ἥκετε. περιέσται γὰρ ὑμῖν, εἴ τι μέλλετε διὰ τὴν ἀπειρίαν σφάλλεσθαι κατὰ τὴν ἐρώτησιν, ὑπ᾽ ἐμοῦ διδαχθεῖσι μηδὲν ἐξαμαρτεῖν: μοῖρα δ᾽ οὐκ ἐλαχίστη τῶν ἐν μαντικῇ θεωρημάτων ἐρώτησις ὀρθή. ἐδόκει τοῖς ἀνδράσιν οὕτω ποιεῖν, καὶ λέγουσιν αὐτῷ τὸ τέρας. δ᾽ ὡς ἤκουσε μικρὸν ἐπισχὼν χρόνον, ἀκούσατ᾽, ἔφησεν, ἄνδρες Ῥωμαῖοι: τὸ μὲν τέρας ὑμῖν πατὴρ [p. 101] διελεῖται καὶ οὐδὲν ψεύσεται: μάντει γὰρ οὐ θέμις: δὲ λέγοντες ὑμεῖς καὶ ἀποκρινόμενοι πρὸς τὰς ἐρωτήσεις ἀναμάρτητοί τε καὶ ἀψευδεῖς ἔσεσθε: διαφέρει γὰρ ὑμῖν προεγνωκέναι ταῦτα: παρ᾽ ἐμοῦ μάθετε. [3] ὅταν ἀφηγήσησθε αὐτῷ τὸ τέρας, οὐκ ἀκριβῶς μανθάνειν φήσας τι λέγετε περιγράψει τῷ σκήπωνι τῆς γῆς μέρος ὅσον δή τι: ἔπειθ᾽ ὑμῖν ἐρεῖ, Τουτὶ μέν ἐστιν Ταρπήιος λόφος, μέρος δ᾽ αὐτοῦ τουτὶ μὲν τὸ πρὸς τὰς ἀνατολὰς βλέπον, τουτὶ δὲ τὸ πρὸς τὰς δύσεις, [4] βόρειον δ᾽ αὐτοῦ τόδε καὶ τοὐναντίον νότιον. ταῦτα τῷ σκήπωνι δεικνὺς πεύσεται παρ᾽ ὑμῶν, ἐπὶ ποίῳ τῶν μερῶν τούτων εὑρέθη κεφαλή. τί οὖν ὑμῖν ἀποκρίνασθαι παραινῶ; μὴ συγχωρεῖν ἐν μηδενὶ τῶν τόπων τούτων, οὓς ἂν ἐκεῖνος τῷ σκήπωνι δεικνὺς πυνθάνηται, τὸ τέρας εὑρεθῆναι, ἀλλ᾽ ἐν Ῥώμῃ φάναι παρ᾽ ἡμῖν ἐν Ταρπηίῳ λόφῳ. ταύτας ἐὰν φυλάττητε τὰς ἀποκρίσεις καὶ μηδὲν παράγησθε ὑπ᾽ αὐτοῦ, συγγνούς, ὅτι τὸ χρεὼν οὐκ ἔνεστι μετατεθῆναι, διελεῖται τὸ τέρας ὑμῖν τι βούλεται σημαίνειν καὶ οὐκ ἀποκρύψεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: