previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλ᾽ ἴσως ἔγωγε τετύφωμαι ταῦτα λέγων καὶ τὰ μὴ δεινὰ ἀξιῶ δεδιέναι: τῇ πόλει δ᾽ οὐδὲν ἕτερον ἤδη που κινδυνεύεται μεταβολή, πρᾶγμα οὐ χαλεπόν, κατὰ πολλήν τ᾽ ἂν ἡμῖν εὐπέτειαν ἐκ παντὸς ἔθνους καὶ τόπου θῆτά τε καὶ πελάτην ὄχλον εἰσδέξασθαι [p. 340] γένοιτο. τουτὶ γάρ ἐστιν, πολλοὶ θρυλοῦσι τῶν ἐναντιουμένων τῷ δημοτικῷ, καὶ μὰ Δί᾽ οὐχ οἱ φαυλότατοι. [2] εἰς τοῦτο γὰρ ἤδη τινὲς ἥκουσιν εὐηθείας, ὥστε μὴ γνώμας εἰσηγεῖσθαι σωτηρίους, ἀλλ᾽ εὐχὰς λέγειν ἀδυνάτους, οὓς ἡδέως ἂν ἐροίμην, ποία μὲν ἡμῖν χρόνου δοθήσεται περιουσία περὶ ταῦτα τὰ πράγματα γινομένοις οὕτως ἐγγὺς ὄντων τῇ πόλει τῶν ἐχθρῶν; ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖς; τίς δ᾽ παρέξων τὸ ἀσφαλὲς ἀνὴρ θεὸς καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸς τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν; ἔτι δὲ δή, οἱ τὰς ἑαυτῶν πατρίδας ἐκλείψοντες καὶ πρὸς ἡμᾶς μεταναστησόμενοι τίνες ἔσονται; πότερον οἱ οἰκήσεις τε καὶ ἐφέστια καὶ βίους καὶ τὸ τιμᾶσθαι παρὰ τοῖς πολίταις διὰ πατέρων ἐπιφάνειαν δόξαν οἰκείας ἀρετῆς ἔχοντες; καὶ τίς ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρως μεταλαβεῖν κακῶν; οὐ γὰρ εἰρήνης καὶ τρυφῆς μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, [3] εἰ κατορθωθήσεται τὸ τέλος. τὸ δημοτικὸν καὶ ἀνέστιον ἐπαξόμεθα πλῆθος, οἷον καὶ τὸ ἐνθένδε ἀπελαθὲν ἦν, δηλονότι καὶ διὰ χρέα καὶ καταδίκας καὶ τὰς ὁμοιοτρόπους ταύταις συμφορὰς ἀγαπητῶς ὅποι [p. 341] ἂν τύχῃ μεθιδρυσόμενον; κἂν τἆλλα χρηστὸν καὶ μέτριον, ἵνα καὶ τοῦτ᾽ αὐτῷ χαρισώμεθα, διὰ τοῦτο γέ τοι τὸ μήτε οἰκεῖον εἶναι μήτε ὁμοδίαιτον, μήτε ἐθισμῶν καὶ νόμων καὶ παιδείας ἔσεσθαι τῆς παρ᾽ ἡμῖν ἔμπειρον, μακρῷ δή που καὶ τῷ παντὶ κάκιον ἂν εἴη τοῦ παρ᾽ ἡμῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: