Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54chapter 55chapter 56chapter 57chapter 58chapter 59chapter 60chapter 61chapter 62chapter 63chapter 64chapter 65chapter 66chapter 67chapter 68chapter 69chapter 70chapter 71chapter 72chapter 73chapter 74chapter 75chapter 76chapter 77chapter 78chapter 79chapter 80chapter 81chapter 82chapter 83chapter 84chapter 85chapter 86chapter 87chapter 88chapter 89chapter 90chapter 91chapter 92chapter 93chapter 94chapter 95chapter 96
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τόδε, ὦ πολῖται, τοῦ μήτ᾽ ὀρρωδεῖν μήτ᾽ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνος [p. 272] [2] ὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος. οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δ᾽ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν 1 καταλιπεῖν; [3] οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρ᾽ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον. ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου. [4] ᾧ μὲν [p. 273] ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τ᾽ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἐξ ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι: ᾧ δ᾽ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον: κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο ὁ τοιοῦτος πολίτης ἀποθανών: καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλ᾽ ἀζήλοις ἀκλαύστοις ὑπ᾽ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι. [5] ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατ᾽ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες. [6] ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων: εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα [p. 274] χαριούμενοι τῇ πατρίδι. ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς: καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς.
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.