previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο: τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δ᾽ ἐν οἷς τὸ ἀσφαλὲς [p. 383] τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς: καὶ τοῦτ᾽ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν κατηφεῖς καὶ δεδακρυμένοι καὶ [2] τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δ᾽ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν. [3] ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς [p. 384] δἰ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρ᾽ [4] αὐτῆς τυγχάνειν, μᾶλλον οὐχὶ τοὺς αἰτίους: πειρώμενός τ᾽ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθ᾽ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δἰ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφ᾽ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δ᾽ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου: ἔλαττον δὲ πολλῷ τοῦτ᾽ ἦν θατέρου τὸ μέρος, ὥστ᾽ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν τοῦ ἀγανακτοῦντος βοή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: