previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα διεξιόντος τοῦ Δεκίου καὶ τῶν [p. 71] ἄλλων δημάρχων παραλιπεῖν αὐτοῖς ἐκεῖνος ἐδόκει συναγορευσάντων, ἐπειδὴ γνώμας ἔδει τοὺς συνέδρους ἀποφαίνεσθαι, πρῶτοι μὲν οἱ πρεσβύτατοι τῶν ὑπατικῶν καλούμενοι κατὰ τὸν εἰωθότα κόσμον ὑπὸ τῶν ὑπάτων ἀνίσταντο, ἔπειθ᾽ οἱ τούτων ὑποδεέστεροι κατ᾽ ἄμφω ταῦτα, τελευταῖοι δ᾽ οἱ νεώτατοι λόγον μὲν οὐθένα λέγοντες: ἔτι γὰρ ἦν δι᾽ αἰσχύνης τότε Ῥωμαίοις τοῦτο, καὶ νέος οὐδεὶς ἠξίου ἑαυτὸν σοφώτερον εἶναι πρεσβύτου: ἐπεκύρουν δὲ τὰς κειμένας ὑπὸ τῶν ὑπατικῶν γνώμας. [2] ἅπασι δὲ προσετάττετο παριοῦσι καθάπερ ἐν δικαστηρίῳ μεθ᾽ ὅρκου τὴν ψῆφον ἐπιφέρειν. Ἄππιος μὲν οὖν Κλαύδιος, ὑπὲρ οὗ καὶ πρότερον ἔφην, ὅτι μισοδημότατος ἦν τῶν πατρικίων καὶ οὐδέποτε ταῖς πρὸς τὸ δημοτικὸν ἠρέσκετο διαλλαγαῖς, οὐκ εἴα γενέσθαι τὸ προβούλευμα τοιούτοις λόγοις χρώμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: