previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τί οὖν ἐποίησεν χρηστὸς ἡμῖν δῆμος, ἐπειδὴ καὶ ταύτην αὐτῷ συνεχωρήσατε τὴν ἀρχήν; οὐκ ἐταμιεύσατο τὴν τοσαύτην χάριν οὐδ᾽ ἔλαβεν αἰσχυνομένως αὐτὴν καὶ σωφρόνως, ἀλλ᾽ ὡς δεδοικόσι τὴν ἰσχὺν αὐτοῦ καὶ κατεπτηχόσιν ἡμῖν ... ἔπειτα ἱερὰν καὶ ἄσυλον ἔφη δεῖν ἀποδειχθῆναι τὴν ἀρχὴν ὅρκοις ἐμπεδωθεῖσαν, κρείττω τιμὴν αἰτούμενος ἧς δεδώκατε ὑμεῖς τοῖς ὑπάτοις. ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατ᾽ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε. [2] τί οὖν ἐποίησε καὶ τούτου τυχών; ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν [p. 75] ὕστερον χρησάμενος νόμους τ᾽ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας: πολλὰ δ᾽ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος: οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θ᾽ ὑφ᾽ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφ᾽ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, τῷ δρᾶσαι φθάσας. [3] ἐδήλωσε δὲ τοῦτο πολλάκις μὲν καὶ πρότερον καὶ ἐπὶ πολλῶν ὧν ἐξείργομαι μεμνῆσθαι κατὰ τὸ παρόν, μάλιστα δὲ Μάρκιον τουτονὶ τὸν φιλόπολιν ἄνδρα, οὔτε προγόνων ἀφανῶν ὄντα οὔτ᾽ αὐτὸν ἀρετῇ λειπόμενον οὐθενὸς ἡμῶν, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ καὶ πονηρὰς ἐνθάδε γνώμας λέγειν, ἄκριτον ἐπεχείρησεν ἀποκτεῖναι. [4] καὶ εἰ μὴ δεινὸν ἡγησάμενοι τὸ πρᾶγμα οἵ θ᾽ ὕπατοι καὶ ὑμῶν οἱ τὰ κρείττω φρονοῦντες συνεστράφητε καὶ τὴν παρανομίαν ἐπέσχετε αὐτῶν, ἐν μιᾷ τῇ τότε ἡμέρᾳ πάντ᾽ ἂν ἀφῃρέθητε, ὅσα οἱ πατέρες θ᾽ ὑμῖν σὺν πολλοῖς κτησάμενοι πόνοις κατέλιπον καὶ αὐτοὶ ὑμεῖς οὐκ ἐλάττους ἀγῶνας ἐκείνων ὑποστάντες ἔχετε, τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν: οἱ δὲ γενναιότεροι [p. 76] καὶ οὐκ ἀγαπήσαντες αὐτὸ τὸ ζῆν, εἰ μὴ μετὰ τούτων ἐμέλλετε τῶν ἀγαθῶν βιώσεσθαι, τὰς ψυχὰς ἂν πρότερον ταῦτ᾽ ἀφῃρέθητε, οἱ μὲν εὐθύς, οἱ δ᾽ οὐκ εἰς μακράν. [5] τί γὰρ ἂν τὸ κωλῦσον ἦν οὕτως αἰσχρῶς καὶ κακῶς Μαρκίου τοῦδε ἀναρπασθέντος ὥσπερ ἐν ἐρημίᾳ κἀμὲ μετὰ τοῦτον ἀπολωλέναι διασπασθέντα ὑπὸ τῶν ἐχθρῶν, καὶ πάντας, ὅσοι πώποτ᾽ ἠναντιώθησαν, καὶ τὸ λοιπὸν ἔμελλον ἐναντιώσεσθαι ταῖς παρανόμοις ἐπιθυμίαις τοῦ δήμου; οὐ γὰρ ἂν ἠρκέσθη τοὺς δύο μόνους ἡμᾶς ἐκποδὼν ποιησάμενος, οὐδὲ μέχρι δεῦρ᾽ ἐλθὼν ἀπέστη τῆς παρανομίας, εἰ δεῖ τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλ᾽ ἀφ᾽ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτ᾽ εὐγενείας φειδόμενος οὔτ᾽ ἀρετῆς οὔθ᾽ ἡλικίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: