Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος: πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.
διετέλει δὲ λέγων τὸν ἄρχοντα οὐ 1 μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δεῖν τῶν ἰδιωτῶν περιεῖναι.
πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, ‘καταφρονεῖν’ ἔφη ‘τῶν ἡδονῶν. ’
πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων ‘ἀντὶ ταύτης’ ἔφη ‘τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.’ 2
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.