Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ζωμοῦ σκευασίας.
ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, ‘πρὸς τί;’ ἔφη ‘καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.’
ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ [p. 129] στρατεύματος εἶδεν ἐκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας: εἶπεν οὖν πρός τοὺς συστρατιώτας, ‘εὐάλωτοι ἡμῖν 1 οἱ πολέμιοί εἰσι.’
δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς: κριθεῖσιν αὐτούς: ὀμοσάντων δὲ ἐκείνων ‘κρίνω τοίνυν’ ἔφη ‘μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.