Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὐδενὸς; ἀξίους.’ ὃ καὶ συνέβη: τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως 1 ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων 2 παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ: διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις: προσεδόκων γὰρ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.