Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας: πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας σπασάμενος τὴν μάχαιραν ‘ὁ ταύτης’ ἔφη ‘κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.’
τοὺς; δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.
Μεγαρέως δὲ ἀνδρὸς; ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, ‘οἱ λόγοι σου’ εἶπεν ‘ὦ ξένε, πόλεως δέονται.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.