Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μωρίαν ἢ δι᾽ ἀπορίαν λόγων σιωπᾷ, ‘ἀλλ᾽ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν’ ἔφη.
πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ‘ὅτι’ ἔφη ‘κρείσσονες αὐτῆς; οἱ νόμοι εἰσί.’
τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος ‘ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον’ ‘μὰ τοὺς θεούς’ ἔφη ‘οὐχὶ σύ γε, ἀλλ᾽ ἠγόρακας. [p. 134] ’
ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, ‘αἰσχρόν’ ἔφη ‘ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρ᾽ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.