Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν 1 τινὸς φιλοφρονήσεως: τέλος δὲ εἶπεν ‘οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ, οὐδ᾽ ἤκουσας ὅστις εἰμί;᾽’ ὁ δ᾽ Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν 2 ‘ἀλλ᾽ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας;᾽’ οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.
τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν [p. 113] ἀκοῦσαι παρακαλούμενος, παρῃτήσατο φήσας ‘αὐτᾶς ἄκουκα πολλάκις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.