Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος, πλείω ἐγέλασε: τοῦ δὲ εἰπόντος ‘τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν;᾽’ ‘ὅτι’ ἔφη ‘ξένε καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν: εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.’
τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, ‘θαυμάζω’ ἔφη ‘εἰ δύο [p. 144] συλλαβῶν προσθήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.’
λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος ‘θρυπτικὸς εἶ, ὦ Κλεόμενες,'’ ‘ἀλλὰ κρεῖσσον’ ἔφη ‘ἢ ἄδικον εἶναι: σὺ δὲ φιλοχρήματος; καίπερ ἱκανὰ κεκτημένος.’
ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.