‘ τῶν προτέρων, ἀλλ᾽ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.’
ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, ‘θανάτου καταφρονῶν’ ἔφη.
Ἄγιδος τοῦ νεωτέρου
Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, ‘καὶ μήν’ ἔφη ‘οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.’
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ‘ὁ σοὶ 1 ἀνομοιότατος;.’