Ἁγησιπόλιδος τοῦ Κλεομβρότου
Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, ‘μὰ τοὺς θεούς’ εἶπεν ‘ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει. ’
ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδ᾽ αἱ γυναῖκες αὐτῶν, ‘δικαίως’ εἶπεν ‘αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.’
βουλομένου δ᾽ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν ‘οὐκ ἔστιν ἐξαγωγὴ παρ᾽ ’